previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφ᾽ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτ᾽ ἔσται, κινδυνεύσομεν μετὰ συμμάχων μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω: τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότ᾽ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που: οἷς δ᾽ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδ᾽ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς [p. 635]ἔχοντας τοὺς συμμάχους, τὰ δ᾽ ὑμέτερ᾽ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθ᾽ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ;

τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν. τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπ᾽ αὐτοὺς συστῆναι γένοιτ᾽ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσινἐκείνοις, οὐχ ἡμῖν δή που διαφέρει. ὥστ᾽ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ: τοῦτο γὰρ ὑμῖν, οὐκέτ᾽ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδ᾽ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: