previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γ᾽ οὐκ εἴα.

ἡδέως δ᾽ ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτ᾽ ἀξιοῦσι κριθῆναι, τοῦ παρελθόντος. εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ μὲν παρ᾽ ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντ᾽ ἐστὶ τὰ κάλλιστα: τὰ δ᾽ ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κεφαλὴν τοὺς θεούς; ἀλλὰ μὴν εἴ γ᾽ ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθ᾽ ὅσα πώποτ᾽ ἔπραξε Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον: ὧν μὲν τῆς Βοιωτίας, δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν. ἆρ᾽ ὅμοια ταῦτα τῷ πρὸς Φωκέας βοηθῆσαι; οὐκ ἴσθ᾽ ὅτι πρὸς μὲν ἐκείνους ἐκ περιουσίας ἠγωνίζεσθε, ἐν αἷς δ᾽ ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν [p. 742] ἑκάτεροι. οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δ᾽ οὐδένων ἄμεινον πράττοντες; καὶ ἐῶ λέγειν ὅτι Λακεδαιμόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτ᾽ ἀτείχιστον ὂν τὸ κατ᾽ ἀρχάς: Φιλίππῳ δ᾽ οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλ᾽ ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας. ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ παρελθόντοςτὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπ᾽ αὐτοῦ, τὸ δὲ μέλλον ἐπέρχεταιἡμεῖς δ᾽ ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστ᾽ ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείττους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος ὑμῖν ἀπόκειται μεθ᾽ ἡμῶν γίγνεσθαι. οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν. ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ. δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδ᾽ ἡντινοῦν ἐλπίδ᾽ ἔχει περὶ τῶν πραγμάτων. ἡμέτερον τοίνυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλ᾽ ἐπικεῖσθαι καὶ παρελέσθαι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: