previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑμῶν ἀνδρῶν ἀγαθῶν ἕτεροι μνημονεύσουσιν ἐν τοιούτοις καιροῖς καὶ παράδειγμα ὑμᾶς καὶ τὰ ὑμέτερα πρὸς αὐτοὺς καὶ τὰ ἑαυτῶν θήσονται πράγματα, ὥστε καὶ τῆς παρὰ τοῖς οὖσι δόξης ἕνεκα καὶ τῆς παρὰ τοῖς ἐπιγιγνομένοις καὶ τὸ μέγιστον τῆς ὑμετέρας αὐτῶν ἕνεκα σωτηρίας ἄξιον φιλοτιμηθῆναι καὶ τάξαι καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ τῶν ἀπὸ μικρῶν τῶν λοιπῶν μεγάλα τὰ ἀρχαῖα ἀναλαβόντων ἀριθμῷ. ταῦτα καὶ τοὺς τετελευτηκότας ὑμῶν νομίζετε δεῖσθαι πατέρας καὶ ἀδελφοὺς καὶ τοὺς ἄλλους οἰκείους καὶ ἱκετεύειν πρὸς τῆς ἑαυτῶν μνήμης καὶ τοῦ λοιποῦ τῆς πόλεως ἐδάφους, εἴ τι χαρίζεσθαι βούλεσθε αὐτοῖς, μὴ περιιδεῖν τὸ τῆς Ῥόδου καθάπαξ ὄνομα ἀπελθὸν ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐπαμῦναι καὶ ἀναστῆσαι καθ᾽ ὅσον δύνασθε. ἀνασταίητε δὲ εὐτυχεστέροις καὶ βελτίοσι τοῖς συμβόλοις, Ζεῦ καὶ πάντες θεοί.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: