εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα, ὡς
ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν
διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα: ἐπεὶ δ᾽ ἴσως
καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν
τῶν κατ᾽ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, δι᾽ οὓς καὶ εἰς
τοῦτον ἐσώθην τὸν χρόνον: πρὸς δὲ ὑμᾶς ὑπόλοιπον ἦν
πέμψαι τὸ βιβλίον, καὶ τοῦτον τὸν τρόπον συγγενέσθαι
τὴν πρώτην. εἰκότως δ᾽ ἂν οὐ περίεργος νομιζοίμην ἐν
πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων. Ἑλλήνων τε γὰρ
οὐκ εἰς ἐσχάτους δοκοῦντα τελεῖν παντὸς τοῦ Ἑλληνικοῦ
κήδεσθαι νομίζειν αὑτῷ προσήκειν οὐ μάταιος ὁ λογισμὸς,
τῶν τε πρὸς ὑμᾶς ἰδίᾳ μοι δικαίων ὑπαρχόντων οὐδ᾽ ὑμεῖς
ἐπιλέλησθε: ἀνθ᾽ ὧν καὶ λέγειν καὶ πράττειν ὁτιοῦν ἀξιῶν
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.