previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ὅπως ὅτι πλεῖστα γενήσεται, καὶ τῶν μὲν ἀκουσίων ἀποτροπὰς αἰτεῖν τοὺς θεοὺς, οἷον λιμοῦ καὶ λοιμοῦ καὶ τῶν τοιούτων, δὲ μείζω μὲν τούτων κακοῖ, τῷ δ᾽ εὖ φρονεῖν ἔστι θεραπεῦσαι, ταῦτα μὴ βούλεσθαι; πότερον οὖν οὐδ᾽ εὔχεσθαι φήσετε ὑπὲρ τῆς ὁμονοίας; τί ποτ᾽ οὖν ἄλλο ὑμῖν αὐτοῖς ἀγαθὸν συνεύξεσθε; ἀλλὰ νὴ Δία τοῦτό γε ποιεῖν προθύμως; οὐκοῦν ἄτοπον τοὺς μὲν θεοὺς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν γ᾽ ἐφ᾽ ὑμῖν εἶναι δοκεῖ τοῖς θεοῖς αὐτοῖς; καὶ μὴν εἴ γε τοῖς σώμασιν αὗται βαρύταται τῶν νόσων καὶ πλείστης δέονται τῆς ἐπιμελείας αἵτινες ἂν τῶν ἐντὸς ἅψωνται, πῶς οὐ καὶ πόλει ταῦτ᾽ εἶναι τῶν ἀτυχημάτων ἔσχατα χρὴ δοκεῖν ὑφ᾽ ὧν εἴσω φθείρεται; πολεμίους μὲν εἴσω τείχους παρελθόντας φοβερωτέρους κρίνομεν, αὐτοὺς δὲ ἐν μέσῃ τῇ πόλει πολεμεῖν ἀλλήλοις μικρόν τι νομιοῦμεν εἶναι; καὶ μὴν οὐδ᾽ ἐκεῖνον ἀποδέξομαι τὸν λόγον, ὡς ἄρα στάσις ἐμφύλιος τοσούτῳ πολέμου χαλεπώτερον, ὅσῳ πόλεμος εἰρήνης. ὁρῶ γὰρ πόλεμον μὲν εἰρήνης πολλάκις αἱρετώτερον συμβαίνοντα, στάσιν δὲ ὁμονοίας οὐδέποτε. πολεμήσασι μὲν γὰρ ἤδη πολλοῖς συνήνεγκε καὶ εἰς χρημάτων κτῆσιν καὶ πρὸς δόξαν καὶ πρὸς ἰσχὺν καὶ πάνθ᾽ ὅσ᾽ ἂν εἴποι τις, στάσει δὲ καὶ μίσει πρὸς ἀλλήλους χρώμενοι οὐδένες πώποτε τῶν ὄντων ἀγαθῶν ἀπώναντο, τοσοῦτον ἀπέσχον τοῦ [p. 831] προσκτήσασθαί γε ἕτερα. συνελόντι δ᾽ εἰπεῖν εἰρήνης μὲν ὑπαρχούσης τοσούτῳ χεῖρον στασιάζειν πολεμεῖν ἐπαρθῆναι, ὅσῳ χεῖρον ἑαυτοὺς κακῶς ποιεῖν ἑτέρους. ἐν πολέμῳ δὲ τὸ αὐτὸ τοῦτο τοσούτῳ χεῖρον, ὅσῳ πόλεμος εἰρήνης. καὶ μὴν οὐ νῦν μὲν δοκεῖ, πρότερον δ᾽ οὐκ ἐδόκει τῶν κακῶν ἔσχατον εἶναι. τοσούτῳ γὰρ μετριώτερον στάσεως τυραννὶς, ὅσῳ πρῶτον μὲν κουφότερον εἷς κακῶς ποιῶν πόλιν πάντες κύκλῳ, ἔπειτα ἐλευθερῶσαι μὲν πόλιν ὥστε στασιάζειν οὐδεὶς πώποτ᾽ εὖ φρονῶν ἠξίωσεν, ὑπὲρ δὲ τοῦ μὴ στασιάζειν τυράννους ἤδη τινὲς ἐξεπίτηδες ἐστήσαντο. καὶ μετὰ μέν γε τυράννου καὶ νόμους θεῖναι τῶν νομοθετῶν αὐτῶν ἤδη τινὲς εἶπον προσφέρειν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: