previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι. ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι. ἔχει δὲ αὕτη πῶς;
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες,
Λίνδον, Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον.
δάκνομαι μὲν ἔγωγ᾽ ἤδη πρὸς τὸ ῥῆμα, σκοπῶν ὡς ἀναξίως αὐτοῦ διακείμεθα, οὐδενὶ κόσμῳ νῦν ἀγόμενοι. τὰ δὲ λοιπὰ ποῖ᾽ ἄττα τῆς μαρτυρίας;
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν
ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει.
ἐνθυμεῖσθ᾽ ὅτι πάντα σχεδὸν εὐφημήσας εἰς τοὺς Ἕλληνας ποιητὴς τὰ μέγιστα τῶν πάντων ὑμῖν ἀνέθηκε. πότερον οὖν στασιάζοντες καὶ τεταραγμένοι καὶ ὑμᾶς αὐτοὺς μισοῦντες μᾶλλον ἂν εἶναι θεοφιλεῖς ἡγεῖσθε καὶ τὰ παρὰ τοῦ ποιητοῦ βεβαιοῦν, δι᾽ εὐνομίας καὶ ὁμονοίας ἄγοντες τὴν πόλιν;

εἶεν. θεοφιλεῖς δὲ ὄντες πότερον στασιάζειν καὶ ταράττεσθαι καὶ κατάραις ἐχθρῶν συζῆν μᾶλλον ἂν οἴεσθε τοὐναντίον ὡς αἱ τῶν σωφρόνων εὐχαὶ [p. 840]πράττειν, τιμᾶν μὲν τοὺς θεοὺς, γνωρίζειν δὲ ἀλλήλους, εὐθενεῖν δὲ τοῖς ἅπασιν; οὐκοῦν ἐπειδὴ δι᾽ ἀμφοτέρων μὲν στάσις ὑμῶν ἀλλότριον καὶ θεοῖς ἐχθρὸν, δὲ ὁμόνοια μόνον σωτήριον φαίνεται, προσήκει δήπουθεν ὡς ἐν χρημάτων λογισμῷ τὸ συμβαῖνον δέχεσθαι. καὶ μὴν οὐδ᾽ ἐκεῖνο εὔλογον, τοὺς μὲν προγόνους ὑμῶν τριχῆ πρότερον μεμερισμένους συνελθεῖν εἰς ταυτὸν ὑπὲρ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως καὶ μίαν ἐξ ἁπασῶν πόλιν οἰκῆσαι, ὑμᾶς δὲ ἐκ μιᾶς πόλεως πολλὰς ἀποφῆναι τῷ διῃρῆσθαι. ὑπερβολὴ δ᾽ ἂν γένοιτο, εἰ τριχῆ μὲν οἰκοῦντες ἓν καὶ ταυτὸν φρονοῦντες ἐδείκνυσθ᾽, ὁμοῦ δ᾽ ὄντες ἀλλήλοις πολεμήσετε. οὐκ αἰσχύνεσθε τὸν Ἥλιον, ὃς τοῖς μὲν ἄλλοις θεατής ἐστι τῶν γιγνομένων, ὑμῶν δὲ καὶ ἀρχηγέτης; οὐχ ἕκαστος ὑμῶν τὴν παροῦσαν ἡμέραν ἡγήσεται ταύτην πρώτην εἶναι τῇ νήσῳ τῆς γενέσεως, ὅτ᾽ ἐκ τῆς θαλάττης ἀνῄει δῶρον τῷ θεῷ; οὐχ ὅπως μὴ τῶν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: