οὐχ οἷς καλοῦνταί φημι, πλὴν εἴ τις καὶ τοῦτο προστίθησιν, ἀλλ᾽ οἷς γε χρώμενοι ταῦτα σοφίζονται, τοσοῦτόν
μοι πρὸς τούτους ἀποκεκρίσθω, ὅτι ῥητορικῇ παρὰ πόδας
διδόασι τὴν δίκην. πρὸς δὲ Πλάτωνα τὸν τῶν ῥητόρων
πατέρα καὶ διδάσκαλον ἀναγκαῖον ἦν ὥσπερ φιλοτησίαν
προλαβόντα ἀντιπληρώσασθαι. δέχοιτο δὲ γενναίως, ὅτι
καὶ προὔπιεν: ἐπεὶ καὶ τὸν βαλόντα μὴ δεῖ ἐκφυγεῖν. παρὰ
δὲ τῶν ἄλλων ἡμῖν συγγνώμη δικαίως ἂν εἴη, τοὺς λογίους θεοὺς εἰ Πλάτωνος τοῦ καλοῦ περὶ πλείονος ποιούμεθα. ἐξαιρεῖται δὲ ἡμᾶς αἰτίας καὶ ὁ πάντα ἄριστος
Ἀσκληπιὸς, ψῆφον οὐκ ἄτιμον οὐδὲ αὐτὸς διδοὺς, τὰ μὲν
ἐν μέτροις, τὰ δὲ οὑτωσὶ πεζῇ.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.