previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καταμεμφόμενος καὶ τὰς ἄλλας ἀτοπίας τῆς ἡμέρας ἡγοῖτο κατηγορεῖν. καὶ τοτὲ μὲν κολακείαν εἶναί φησι τὴν ῥητορικὴν, πάλιν δ᾽ εἰς ταυτὸν τοὺς δυνάστας καὶ τοὺς ῥήτορας τίθησιν, οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα. πῶς γὰρ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δ᾽ ἐν τοῖς δυνάσταις εἰσίν; οἱ μὲν γὰρ κόλακες οἱ μέγιστοι δή που καὶ τελεώτατοι αὐτῶν εἰσὶ τῶν τυράννων πάντη θεραπευταί: εἰσὶ δ᾽, οἶμαι, καὶ τῶν τυχόντων τινές: ὥσθ᾽ ὅπερ δοῦλος πρὸς δεσπότην, τοῦτο κόλαξ πρὸς τύραννον συμβαίνει: οἱ δ᾽ αὖ τύραννοι τοσοῦτον ἀπέχουσι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι καὶ οὐδὲ τῶν μετρίων οὐδενός ἐστι παρ᾽ αὐτῶν τυχεῖν, μή τί γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας: ὥσθ᾽ τύραννος μικροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε. κόλακος μὲν γὰρ οὐδέν ἐστι ταπεινότερον οὐδ᾽ τι μᾶλλον [p. 101] ᾑρῆσθαι δουλεύειν, τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον οὐδ᾽ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. ὥστ᾽ εἰ μὲν κολακεία ῥητορικὴ, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν ἐστιν, εἰ δ᾽ ὁμοῦ τῇ τυραννίδι, τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν. οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ. ἐμοὶ μὲν τοίνυν, εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς, ἱκανὸν τοῦτο, εἰ δείκνυμι καὶ οὑτωσὶ μὴ τἀληθῆ λέγοντα: τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε, περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται. ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἅμα ἀμφότερα ὑπὸ τῶν αὐτὸς αὑτοῦ λόγων ἐλέγχεται συγκρουόντων, ὡς δ᾽ οὐδέτερον ὀρθῶς ἡμεῖς ἀρτίως ἐπεδείξαμεν, ἰδίᾳ μὲν ὡς οὐ κολακεία δείξαντες, πάλιν δ᾽ ὡς οὐ κοινωνεῖ τῇ τυραννίδι. πῶς οὖν οὐ τρὶς ἡττᾶται, τῷ τε τοῦ συναμφοτέρου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: