παραιτεῖσθαι μὲν οὐκ οἶδ᾽ ὅ τι δεῖ περὶ τῶν αὐτῶν
πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντας ἐρεῖν
μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων [p. 157]
οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ
πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτ᾽ ἄξιον αἰδοῦς εἶναι
δοκεῖ. παρέστη δέ μοι θαυμάσαι πολλάκις ἄλλα τε δὴ τῶν
ἐν Γοργίᾳ καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου
καὶ Θεμιστοκλέους καὶ Περικλέους καὶ Κίμωνος, καὶ ταῦτ᾽
ἀφελῶς οὕτως καὶ ἀνειμένως, ὃ μηδ᾽ ἂν εἷς εἰκάσειε πρὶν
διακοῦσαι τοῦ διαλόγου. πρῶτον μὲν γὰρ οὐδὲ τὸ πρᾶγμα
ἐπηνάγκαζεν, οὐδ᾽ ἔχοι τις ἂν εἰπεῖν. νὴ Δία, ὁ γὰρ
λόγος αὐτῷ διεφθείρετο μὴ τούτους κακῶς εἰπόντι: ἀλλὰ
ἐξῆν καὶ χωρὶς τῆς βλασφημίας ταύτης περαίνειν τὴν ὑπόθεσιν. εἰ μὲν γὰρ τοῦτ᾽ εὐθὺς ἐξ ἀρχῆς προὔθετο καὶ
τοῦτ᾽ ἐνεστήσατο ἐξετάσαι τοὺς Ἀθήνησι πολιτευσαμένους,
ἐκ τοῦ πράγματος ἦν ἴσως καὶ περὶ τούτων λέγειν. νῦν
δὲ τί φησὶ καὶ πρὸς τί προσῆγε τὸν λόγον; δύο ταύτας
εἶναι παρασκευὰς περὶ σῶμα καὶ ψυχὴν, μίαν μὲν πρὸς
ἡδονὴν ὁμιλεῖν, τὴν ἑτέραν δὲ πρὸς τὸ βέλτιστον: καὶ τὴν
μὲν πρὸς ἡδονὴν ἀγεννῆ καὶ κολακείαν εἶναι, τὴν δὲ
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.