previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι: οἱ δὲ ταῦτά τε πάντα εἰς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐπολίτευσαν, κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφέλεια μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει εἰς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δὲ [p. 163] ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως καὶ οὐκ ἤγετο μᾶλλον ὑπ᾽ αὐτοῦ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονὴν λέγειν, ἀλλ᾽ ἔχων ἐπ᾽ ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν: ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δ᾽ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δ᾽ ὕστεροι ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθ᾽ ἡδονὰς τῷ δήμῳ τὰ πράγματα ἐνδιδόναι, ἐξ ὧν ἄλλα τε πολλὰ ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ ἡμαρτήθη καὶ ἐς Σικελίαν πλοῦς.’ εἶτα ἐπὶ τούτοις τὸ ἀκροτελεύτιόν ἐστι
τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε, ἀφ᾽ ὧν αὐτὸς προέγνω, καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ.

ταῦθ᾽ ὑπὲρ τῆς Περικλέους προαιρέσεως καὶ πολιτείας ἁνὴρ διεξέρχεται, πρῶτον μὲν κατ᾽ αὐτὸν ἐκεῖνον γεγονὼς καὶ συγγεγονὼς, οὐχ ὥσπερ Πλάτων οὐδὲ ἰδὼν αὐτὸν φαίνεται: ἔπειτ᾽ οὐ φιλονεικίας ἕνεκεν οὐδεμιᾶς,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: