previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λέγειν ἐπειδάν τις εἷς ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλ᾽ ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. οὐ γὰρ ἂν γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα βέλτιστός ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν ὅστις ἑαυτὸν κόσμιον παρέχει καὶ σώφρονα καὶ τοῖς πᾶσιν εὔτακτον, οὐδ᾽ ἂν εἷς εἴποι δή που τοῦτον ὡς ταύτῃ διαφθείρει τοὺς ἐντυγχάνοντας, ὅτι μὴ καὶ τοῦ σωφρονεῖν παράδειγμα πάντες ἂν αὐτὸν εἶναι φαῖμεν, εἴπερ αὐτοὶ μέλλομεν δόξειν σωφρονεῖν, οὕτω κἀν τοῖς λόγοις ὅστις τὴν τοῦ καλοῦ καὶ πρέποντος φυλακὴν ἔχει καὶ μηδαμοῦ παρορᾷ τὸ βέλτιον, μηδ᾽ ἀμελεῖ τοῦ περὶ ταῦτα κόσμου, τὸ σὸν, Πλάτων, ποιεῖ, τό γε σύμπαν τοῦτο ὡς κόσμος ἐκλήθη λογιζόμενος, ἀλλ᾽ οὐχὶ ἀκοσμία οὐδ᾽ ἀταξία οὐδὲ τῶν περὶ ταῦτα ὀνομάτων οὐδέν. καὶ τοὺς κρείττους εἰς ὅσον οἷόν τ᾽ ἐστὶν ἐν τοῖς αὑτοῦ μιμούμενος. οὐκ ἂν οὖν εἴη φλυαρίας αἴτιος, οὐδ᾽ ἡγεμὼν, οὐδ᾽ ἀταξίας, οὐδὲ τῶν αἰσχρῶν οὐδενὸς, οὐ μᾶλλόν γε τὸν γυμναστὴν ἐθίζειν ἀμελεῖν τοῦ σώματός ἐστ᾽ εἰπεῖν γε ὅπως τὸ σῶμα καλῶς ἕξει μέλειν σοφὸς Πλάτων φησίν. ἐὰν δὲ δή τις καὶ τὸν βίον ἐξ ἴσου τοῖς λόγοις καταστήσῃ καὶ μὴ μόνον λέγων εἰς κάλλος, ἀλλὰ καὶ ζῶν φανερὸς, πῶς οὗτος ἐθίζει λαλεῖν [p. 179] καὶ ἄλλ᾽ ὁτιοῦν ποιεῖν ἄνευ τῆς τοῦ βελτίονος μοίρας; ἐγὼ μὲν οὐκ ἔχω πεισθῆναι. ἀλλὰ δυοῖν ἔμελλον, οἶμαι, θάτερον οἱ τότ᾽ ἐκείνῳ συνόντες ζηλώσαντες αὐτοῦ τὴν δύναμιν, χρηστόν τι καὶ παραπλήσιον κατὰ τοὺς λόγους ἐπιτηδεύειν, καὶ ὅσῳ μᾶλλον ἐτίμων κἀκεῖνον καὶ τοὺς λόγους, τοσούτῳ κοσμιώτερον καὶ σωφρονέστερον αὑτῶν ἕξεσθαι καὶ πάσης παρανομίας ἀφέξεσθαι, καὶ παντάπασιν ἀπογνόντες καὶ νομίσαντες κρεῖττον καθ᾽ αὑτοὺς εἶναι τὸ πρᾶγμα τὴν ἡσυχίαν σχήσειν καθαρῶς, ὡς τὸ μὲν εἶναι ῥήτορα τοῦτο ὂν, ὅπερ ἦν Περικλῆς, αὐτοῖς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: