previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βραχέσι διελεῖν; Μαρδόνιος μὲν ὑπὲρ βασιλέως ἐπεκηρυκεύετο Ἀθηναίοις, ἔργῳ πεῖραν εἰληφὼς ὅτι ἐν ἐκείνοις ἐστὶ τῶν πραγμάτων ῥοπὴ, καὶ ὁποτέροις ἂν πρόσθωνται, τούτους ἀνάγκη κρατεῖν. δὲ πρεσβεύων ἦν Ἀλέξανδρος Μακεδόνων βασιλεύς. Ἀθηναῖοι δὲ ἀκούσαντες μὲν ὡς ἀνοικιεῖ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν ἀποδώσει, ἀκούοντες δὲ ἑτέρας φιλανθρωπίας καὶ φιλίαν καὶ συμμαχίαν τὸν ἀεὶ χρόνον, οὐδενὶ τούτων ἐπήρθησαν, οὐδὲ κατῄσχυναν τῶν προϋπηργμένων οὐδὲν, ἀλλὰ τὸν μὲν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἀντὶ τῶν κατὰ τῶν Ἑλλήνων δωρεῶν ἐδέξαντο, τῷ δὲ πρεσβευτῇ τὸ μὴ ταὐτὰ τοῖς προτέροις ἀγγέλοις παθεῖν διὰ τὸ σχῆμα τῆς προξενίας ἀφεῖσαν, προσέταξαν δ᾽ ἐκποδὼν εἶναι παραχρῆμα καὶ τοῦ λοιποῦ τοιαύτας ἀγγελίας μὴ φέρειν. τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ στρατηγίας ἀπέλαυσαν. εἰς τοῦτο δ᾽ ἅπαντας προήγαγεν ἀνδρείας καὶ μεγαλοψυχίας καὶ τοῦ μισεῖν ἅπασαν ἀγεννῆ διακονίαν, ὥσθ᾽ ἑαλωκότος μὲν δεύτερον αὐτοῖς τοῦ ἄστεος, πέμποντος δὲ πάλιν Μαρδονίου τοὺς λόγους, ἐν Σαλαμῖνι τῆς βουλῆς οὔσης καὶ τοῦ κήρυκος Ἀθήνηθεν ἥκοντος, ἐπειδή τις εἶπεν ἐν τῇ βουλῇ [p. 287]δέχεσθαι, συλλεγέντες πάντες κατέλευσαν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα αὐτοῦ, οὐδὲν ἀτιμότερον δήπουθεν, Πλάτων, ἔργον ἐργασάμεναι οὐδ᾽ ἐλάττονος ἄξιον εὐφημίας τῶν ἐν τῇ σῇ πόλει τρεφομένων γυναικῶν, ἃς σὺ κελεύεις μετὰ τῶν ἀνδρῶν συστρατεύεσθαι τὰ καὶ τὰ ποιούσας. ἆρά σοι διακονεῖν Θεμιστοκλῆς λέγων φαίνεται, ταῦτα παιδεύων τοὺς παρ᾽ αὑτὸν συλλεγομένους; ἐλθόντων τοίνυν Λακεδαιμονίων ὑπὸ τοὺς αὐτοὺς χρόνους Ἀλεξάνδρῳ καὶ παρακαλούντων ὑπὲρ τῶν Ἑλλήνων, καὶ ὑπισχνουμένων παῖδας καὶ γυναῖκας αὐτοῖς καὶ τοὺς ἔξω τῆς ἡλικίας θρέψειν, ἕως ἂν πόλεμος , τοσοῦτον ἀπέσχε τοῦ ταῦτά γε θελῆσαι δέξασθαι ὥστε συγγνώμης αὐτοὺς ἀξιώσας ἀπέστειλεν, ὡς οὐκ εἰδότας παρ᾽ οὕστινας πρεσβεύονται. τοῦ δ᾽ αὐτοῦ φρονήματός ἐστι καὶ στήλη,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: