previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπὲρ τοῦ αὐτοῦ. σκόπει γὰρ αὐτὰ λέγει. ἐκ τοῦ Ἀλκιβιάδουλέγεταί γέ τοι, Σώκρατες, οὐκ ἀπὸ ταὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ: καὶ νῦν ὅτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα. τί οὖν; ἤδη τινὰ εἶδες σοφὸν ὁντιναοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξε γράμματα αὐτός τε ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὁντιναοῦν ἐβούλετο; γάρ; ναί. οὐκοῦν καὶ σὺ παρ᾽ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσει; ναί. καὶ κιθαριστὴς δὲ καὶ παιδοτρίβης ὡσαύτως. πάνυ γε. ἱκανὸν γὰρ δή που τοῦτο τεκμήριον τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον τινὰ οἷοί τε ὦσιν ἀποδεῖξαι ἐπιστάμενον. ἔμοιγε δοκεῖ. τί οὖν ἔχεις εἰπεῖν, Περικλῆς τίνα ἐποίησε σοφὸν ἀπὸ τῶν υἱέων ἀρξάμενος; τί δὲ εἰ τὼ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, Σώκρατες; ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν. τί δ᾽ ἂν αὖ Κλεινίαν [p. 428]λέγοις, μαινόμενον ἄνθρωπον; ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους υἱέε ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διότι σε οὕτως ἔχοντα περιορᾷ; ἐγὼ, οἶμαι, αἴτιος, οὐ προσέχων τὸν νοῦν. ἀλλὰ τῶν ἄλλων Ἀθηναίων δοῦλον ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονὼς, ὥσπερ ἐγὼ ἔχω σοι διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου: ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν. ἀλλὰ μὰ Δί᾽ οὐκ ἔχω.’ πράγματά σοι παρέχειν ἔοικα: οὐ μέντοι πλείω ἐμαυτῷ καὶ τῷ ὑπογραφεῖ. περὶ γὰρ λύχνων ἁφὰς ταῦτα ἐζητεῖτο, καὶ ἔδει πρὶν εἰς εὐνὴν ἰέναι τέλος ἔχειν.

οὐκοῦν λέγω σκόπει. ταῦτα εἰ μὲν ἀναγκαῖα τῷ λόγῳ, καὶ τὰ παρ᾽ ἡμῶν εἰς ἐκεῖνον μετέχει τῆς ἀπολογίας, εἰ δὲ μὴ ἀναγκαῖα, ὅρα τὸ περιὸν τῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: