previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν ἐν τῇ πόλει, πάντων δ᾽ ἐγκειμένων αὐτῷ καὶ παρωξυμένων ὡς πρὸς μόνον αἴτιον τῶν κακῶν, παρελθὼν αὐτὸς [p. 515] ἔλεγε τοιαυτὶ, Καὶ προσεδόκων ταῦτα, Ἀθηναῖοι, καὶ ἀδικεῖτε ὅτι ὀργίζεσθε. εἰμὶ γὰρ ὑμῶν, φησὶ, πάντα ἄριστος, ὥσπερ Ζεύς τις Ὁμηρικός. καὶ τὰ μὲν ἄλλα ἧττον ἄν τις θαυμάσειε, τὸ δ᾽, Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δ᾽ ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδ᾽ αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδ᾽ ἀποκρύψαι, ἀλλὰ δέον παραιτεῖσθαι καὶ λέγειν ἅπερ ἄν τις καὶ ἄλλος, Καὶ μή μοι νομίσητε, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ λόγων δεινότητι τὸ ἐξ ἀρχῆς τοῦθ᾽ ὑμᾶς ἔπεισα, περὶ τῶν παρόντων ἀξιῶ θαρρεῖν, ἀλλ᾽ ἀντὶ τοῦ ταῦθ᾽ οὕτω κομψεύεσθαι καὶ περιστέλλειν μετὰ τῶν ἄλλων καὶ τοῦτο φάσκει προέχειν, ὅτι καὶ λέγειν εἴη κράτιστος αὐτῶν, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ λόγου, σχεδὸν γὰρ καὶ τοῦτό μοι δοκῶ μεμνῆσθαι. πότερον οὖν σὸν, Θουκυδίδη, Περικλέους ἦν; ἕτερος δ᾽ αὖ φησι τῷ αὐτῷ ποιητῇ, Καὶ προσήκει μοι, Ἀθηναῖοι, ἄρχειν, ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου, φησὶ, προστίθει γὰρ, οὐ σοί τις παραπλήσιος, ἀλλὰ Νικίας καθήψατο: ὃς σοῦ γε οὐδ᾽ ἂν τοὔνομα ἀναγκαζόμενος εἰπεῖν ἀνασχέσθαι μοι δοκεῖ. δ᾽ ἐν Συρακούσαις δημηγορῶν Ἑρμοκράτης οὐκ ἄντικρύς σοι κομπαστὴς εἶναι δοκεῖ; λέγει γοῦν ἑαυτόν τε καὶ τοὺς Συρακοσίους σεμνύνων δεῖξαι Ἀθηναίοις ὅτι οὐκ Ἴωνες ταῦτα οὐδὲ Ἑλλησπόντιοι, κελεύων ἀπαντᾶν αὐτοῖς ἔξω τῆς Σικελίας. καὶ ταυτὶ μὲν καὶ μετριώτερα: ἀλλ᾽ ὅρα τὰς [p. 516]ὑπερβολάς: ἰέναι δ᾽ ἐπὶ τοὺς πολεμίους μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. σὺ δ᾽ ἀφῄρησαι καὶ τὸ φρονήματι. καὶ μὲν ἀξιοῖ καταφρονεῖν τῶν δεινῶν, σὺ δὲ μηδὲ φρονεῖν ὅλως, ἀπὸ σαυτοῦ μοι δοκεῖν ἀρξάμενος.

φέρε δὴ καὶ ἑτέρου κόσμον ὥσπερ ἵππου κατάμαθε. οἶμαι γάρ σε τῶν Δημοσθένους εἰ μή τι ἄλλο, ἀλλὰ τόν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: