previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγαμέμνων ἀνετίθει; ἐγὼ δ᾽ ἡγοῦμαι τὸ μὲν τέλος πάντων πραγμάτων τῷ θεῷ χρῆναι καταλιπεῖν, ὥσπερ καὶ ἡμᾶς [p. 598] ἅπαντας ὁρᾷς περὶ ἡμῶν αὐτῶν βεβουλευμένους. οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν. ἀλλ᾽ οὐ τούτου χάριν τὰς πίστεις παραβαίνομεν: ἀλλ᾽ ὧν μὲν δαίμων κύριος, αὐτῷ καταλείπομεν, ὅσα δὲ εἰς λογισμοὺς ἥκει καὶ τὸ βουλεύσασθαι, μηδαμοῦ τῶν χειρόνων ἑαυτῷ τιμᾶν ἀνδρός. νὴ Δι᾽ ἀλλ᾽ οὐκ ἄξιά σου τὰ δῶρα οὐδ᾽ ἐκπλήξει σε ὑπισχνούμενος, οὐδ᾽ ἂν τὴν ψάμμον καὶ τὴν κόνιν παρέλθῃ τῷ πλήθει. ἄριστά γε, γενναῖε, καὶ γνωρίζω τούτους ἤδη τοὺς λόγους. ἐγὼ δὲ οὐ τῶν χρημάτων ἕνεκα συμβουλεύω σοι βοηθεῖν τοῖς Ἀχαιοῖς: πόθεν; μηδέποθ᾽ οὕτω σμικρῶς ἴδοιμι τὰ σά: ἀλλ᾽ ὑπὲρ αὐτοῦ τοῦ δικαίου καὶ τοῦ προσήκειν οὕτω ποιεῖν. ἀλλὰ τὰ μὲν χρήματα φιλίας τινὶ συμβόλῳ δέξασθαι εἴτε καὶ χαίρειν ἐᾷς, οὐχὶ διοίσομαι: καὶ περὶ τῆς κηδείας ταύτης ἐπὶ σχολῆς βουλεύσασθαι, μηδὲ γὰρ ἂν τοῦτό σε ἁρπάσαι. παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι [p. 599] μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγγέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον. ποῖα ταῦτα; μικρῷ πρόσθεν αὐτὸς ἀπηρίθμεις, πολλῷ χρημάτων καλλίω πράγματα. πῶς γὰρ οὐκ ἄτοπον καὶ ὑπερφυὲς, εἰ πρότερον μὲν τῶν Ἀχαιῶν τούτων ἡγούμενος δώδεκα μὲν πόλεις κατὰ θάλατταν, ἕνδεκα δ᾽ εἷλες κατ᾽ ἤπειρον οὐδὲν τῶν ἰδίων ὑπολογιζόμενος, οὐ πόνον, οὐ [p. 600] κίνδυνον, οὐκ ἀσχολίαν, οὐχ ἣν φιλτάτην εἶναι φῂς σαυτῷ ψυχὴν εἰ προήσει, καὶ τοσούτων εὐποριῶν καὶ τοσαύτης εὐδαιμονίας ἀπέδειξας κυρίους: νῦν δ᾽ οὐδ᾽ εἰς αὐτὴν τὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: