previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ. καὶ τίς πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δ᾽ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους [p. 602] τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος: σὺ δὲ τᾶν μὴ σκῶπτε, μηδ᾽ ἀντιποιοῦ κακίας, ἧς οὐδέν σοι προσήκει: οὔτε γὰρ ἡμᾶς πείσεις οὔθ᾽, ὡς ἐγᾦμαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτ᾽ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ: τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δ᾽ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων τῶν κατ᾽ ἤπειρον, οἵ ποτ᾽ ἐλθόντες δεῦρο οὐ πρότερον [p. 603] ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πότερον χαριστήρια, τί καλεῖς αὐτήν; εἶτ᾽ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρ᾽ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δ᾽ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; τίς λόγος τῶν ἰδόντων τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ποίας ἀπαρχὰς ἄγων, τί τῶν οἴκοι στεφανώσων, τῶν ἰδίων τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον γυναῖκα;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: