previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλ᾽ ἀφῶμεν; ἀφ᾽ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.

οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλ᾽ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δ᾽ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δ᾽ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δ᾽ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλ᾽ μὲν ἐξ [p. 601] ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δ᾽ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλ᾽ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δ᾽ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾁδων μενεῖς; ἀλλ᾽ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δί᾽ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: