previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λυσιτελεῖν, ὕστερον δὲ οὐκέτι, ἀλλὰ τὸν αὐτὸν διὰ τέλους εἶναι προσῆκεν, εἴ γε μέλλει ταῖς ἀληθείαις τὸ πρόσρημα σώζειν.

ἐκεῖνο δ᾽ ἴσως ἐρεῖς, ὡς εἰ τῷ νόμῳ τὸ δίκαιον πρόσεστι, καὶ σύνοιδε Λεπτίνης βεβαίως καὶ ἀσφαλῶς ἔχοντι, τοῦ χάριν καὶ τῆς εἰσέπειτ᾽ ἀσφαλείας προσδεῖν τούτῳ νομίζει; οὐδεὶς γὰρ τῶν νομοθετῶν περὶ ὧν ἔθεσαν νόμων ταύτην ἔσχον τὴν γνώμην, οὐδ᾽ ἐγγὺς, ἀλλ᾽ ἀποχρῆν ᾤονθ᾽ αὑτοῖς, εἰ μετὰ τοῦ δικαίου πᾶσι προσφέροιντο. νῦν δ᾽ οἷς αὐτὸς μόνος τὰ τοιαῦτα διανοεῖ ἔοικας οὐκ ἀγαθὴν περὶ τοῦ νόμου δόξαν κεκτῆσθαι. ὡς μὲν οὖν νόμος κάλλιστα καὶ δικαιότατα καὶ ἀσφαλέστατα πάντων ἔχων κοινοφελές ἐστιν ἀγαθὸν, οὐ μόνον, ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν ἔφην γέγονε δῆλον, ἀλλὰ καὶ οἷς ἐδείξαθ᾽ ὑμεῖς, τῷ τοιοῦτον εὐθὺς ὁρμῇ τινι θεοφορήτῳ καὶ ὅλῳ καὶ παντὶ δεδέχθαι θυμῷ, ὡς καὶ τῆς συνήθους χειροτονίας καὶ ψήφου κοινῆς αὐτὸν ἀξιῶσαι. ὅτι δὲ οὐκ ἄπο λόγου καὶ τὸ τοῖς μὲν ἄλλοις ἅπασι νόμοις μηδὲν μηδ᾽ ὁτιοῦν προσγεγράφθαι, αὐτῷ δὲ μόνῳ τοῦτ᾽ ἐκ περιουσίας ὑπάρξαι, οὐχ ὅπως εἴσεσθε σαφῶς, ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ φήσετ᾽, εὖ οἶδα, μὴ χρῆναι ταῦτ᾽ ἄλλως τοῦτον ἐσχηκέναι τὸν τρόπον, εἰ τὰς αἰτίας ἀμφοῖν λογιεῖσθε. [p. 640] εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος καὶ ὅστις ἕτερος τῶν νομοθετῶν, οὐδεμιᾶς τινος ἐπικειμένης ἀνάγκης, ἀλλ᾽ ἀπὸ δημοτικωτάτου τῆς γνώμης ἐπὶ τοὺς νόμους ἧκον καὶ τὰς κοινὰς εἰσηγήσεις, Λεπτίνης δ᾽ ὑπ᾽ ἀνάγκης καὶ τοῦ μηκέθ᾽ οἷός τε εἶναι κινδυνεύουσαν ὁρᾶν ἐξ ἀτελείας τὴν πόλιν. καὶ οἱ μὲν οὐδένα τῶν πάντων δι᾽ ὧν ἐνομοθέτουν ἐλύπουν: οὐδὲ γὰρ οὐδὲ γερῶν ἀπεστέρουν: δὲ πᾶν τοὐναντίον πολλοὺς καὶ παντοδαποὺς τοὺς ταύτης διὰ τὸν νόμον ἐκπεπτωκότας ἐκπεπολεμωκὼς ἑαυτῷ: οὔτ᾽ ἐκείνους ἐχρῆν, διὰ τὸ μηδὲ τηνικαῦτα τοὺς ἀντιλέγοντας ἴσχειν, πρόνοιαν τοῦ μέλλοντος ἡντινοῦν πεποιῆσθαι:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: