previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὔκουν οὐδὲ πεποίηνται: οὔτε τούτῳ, διὰ τὸ πολλούς τινας τούτους κεκτῆσθαι, σεσιγῆσθαι τὸ μέλλον: οὔκουν οὐδὲ σεσίγηται: ἀλλ᾽ ὥσπερ τις ἄριστος ἰατρὸς, οὐ νόσους ἀκούμενος μόνον, ἀλλὰ καὶ φάρμακα ἄττα πρὸς τὸ μέλλον ἐπιδιδοὺς, καὶ προσέτι κελεύων μὴ δι᾽ ὧν νόσος ἐπῄει σιτίων, τούτων μηδ᾽ ὁπωστιοῦν διὰ βίου μετέχειν ἐξεῖναι, ἐφ᾽ μὴ τῶν αὐτῶν καὶ αὖ πεπειρᾶσθαι: ὣς δὲ καὶ Λεπτίνης γράψας μηδένα εἶναι ἀτελῆ, δὲ μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι προσγράφει, τό τε νῦν εἶναι τό τ᾽ εἰσαῦθις εἶναι καθάπαξ ἀσφαλιζόμενος, καὶ τὰ μὲν τῆς πόλεως ἀεὶ προμηθούμενος, τὰ δὲ καὶ τοὺς εἰς νέωτα παραπλησίους Δημοσθένει τὰ τοιαῦτ᾽ ἐσομένους ἀνείργων. εἰκὸς γὰρ, εἰκὸς, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὸν ἀεὶ χρόνον καὶ χρηστοὺς καὶ φαύλους ἐνεῖναι τῇ πόλει. εἰ δὲ καὶ τυραννίδος εἰς θέσιν νόμων ἐδέησεν εἱστισοῦν, τί καινὸν εἰ καὶ τῆς εἰσέπειτ᾽ ἀσφαλείας ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἐδεήθη Λεπτίνης; ἀλλ᾽ οὐ περὶ τῷ νόμῳ μὰ τοὺς θεοὺς, ὡς ἄν τις φαίη, δεδιώς: γὰρ παρ᾽ ὑμῶν, ἄνδρες Ἀθηναῖοι, καὶ τῆς ὑμετέρας ψήφου παντὸς μᾶλλον ἐπὶ τῷ βέλτιστος εἶναι τὸ συγκεχωρηκὸς ἐσχηκὼς, τί παρὰ τοῦτο ὄφελος, ἂν δεῖνα δεῖνα ληρῇ; [p. 641]

οὕτως, Δημόσθενες, μὲν ὑπὲρ αὐτὸς σαυτοῦ λέγειν ἐδόκεις, ταῦθ᾽ ὑπὲρ Λεπτίνου λέγων ὡς κάλλισθ᾽ εὑρέθης: καὶ οἷς τοῦτον αἱρήσειν ἤλπισας, τούτοις αὐτὸς καθάπαξ ἑάλως. καὶ ἀτελείας μὲν, ὑπὲρ ἧς πάντ᾽ αὐτὸς καὶ ποιεῖν καὶ λέγειν ᾥου δεῖν, ταύτης οὐδὲν ἐξωλέστερον ὦπται: ὃν δ᾽ εἰσενήνοχε νόμον Λεπτίνης, τούτου μηδὲν ἀναγκαιότερον χρῆσθαι. ὥστε σοι καὶ χάριν ἂν εἰκότως ἔχοι Λεπτίνης οἷς ὅτι πλέον ἐντεῦθεν τοῦτον σεμνύνεις εἰ συνειρήκεις τὸ ἐξ ἀρχῆς. τότε μὲν γὰρ καὶ χαρίζεσθαι ἂν ἴσως ἐδόκεις καί τις ἀφῆκε βέλος ἐξ ἀφανοῦς, νυνὶ δὲ ἀνύποπτος μαρτυρία, ὡς ἄρα τῶν βελτίστων καὶ λυσιτελεστάτων ἁνὴρ, τῷ καὶ παρὰ τῶν ἐχθρῶν αὐτῷ ταῦτ᾽ ἐψηφίσθαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: