previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐτοὺς οἷόν τ᾽ ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι δι᾽ ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντ᾽ ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλ᾽ ἐφ᾽ οἷς εἶχον μεμενηκότες. εἰ δ᾽ ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφ᾽ ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν.

ἀλλὰ μὴν καὶ περί γ᾽ αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δ᾽ οὐχ ὅσον ἐλάττω καὶ φαύλην παντάπασι καὶ οὐδ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: