ὦ πολλὰ δὴ πολλάκις ἐν νυξί τε καὶ ἡμέραις ἰδίᾳ τε καὶ
δημοσίᾳ κληθεὶς ὑφ᾽ ἡμῶν, Ἀσκληπιὲ δέσποτα, ὡς ἀσμένοις καὶ ὑπερποθοῦσιν ἔδωκας ἡμῖν οἷον ἐκ πελάγους
πολλοῦ καὶ κατηφείας λιμένος τε λαβέσθαι γαληνοῦ καὶ
προσειπεῖν τὴν κοινὴν τῶν ἀνθρώπων ἑστίαν, ἧς ἀτέλεστος μὲν οὐδεὶς δή που τῶν ὑφ᾽ ἡλίῳ, διισχυρίσασθαι
δὲ ἔστιν ὡς Ἑλλήνων γε οὐδείς πω πλείω μέχρι τοῦδε
ἀπέλαυσε. καὶ γὰρ εἰ σφόδρα εἰωθότι ταῦτα ἐμοὶ λέγειν,
ὀκνητέον γε οὐδὲν μᾶλλον. οὔκουν τάς γε προσρήσεις τὰς
ἐφ᾽ ἡμέρᾳ ταύτας ἐλλείπομεν φεύγοντες τὴν συνήθειαν,
ἀλλὰ καὶ κατ᾽ αὐτὸ τοῦτο φυλάττομεν, ὅτι εἰθίσθημεν [p. 64]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.