previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος; ποῖοι μὲν γὰρ πόροι ποταμῶν κεκώλυνται διελθεῖν; τίνες δὲ θαλάττης ἀποκέκλεινται πορθμοί; νῦν καὶ πανηγύρεις φαιδρότεραι καὶ ἑορταὶ θεοφιλέστεραι. νῦν καὶ τὸ Δήμητρος πῦρ λαμπρότερον καὶ ἱερώτερον. φῶς τῆς ἀνθρωπίνης εὐδαιμονίας. νῦν ἅπαντες ἄνθρωποι τὴν ἀληθῆ εὐδαιμονίαν εὑρηκέναι δοκοῦσιν. πάντας βασιλέας παρεληλυθὼς, σοφίᾳ μὲν τοὺς σοφοὺς, ἀνδρείᾳ δὲ τοὺς ἀνδρείους, εὐσεβείᾳ δὲ τοὺς ἐπὶ ταύτῃ διαφέροντας, εὐτυχίᾳ δὲ τοὺς εὐτυχεστάτους: ἀνθ᾽ ὧν οὐκ ἂν γένοιτο ἀξία σοι χάρις παρ᾽ ἡμῶν οὔτ᾽ ἐν ἐπαίνοις οὔτ᾽ ἐν ἄλλῃ οὐδεμιᾷ τιμῇ. σὲ δὲ, παῖ γενναῖε γενναίων, κατ᾽ ἴχνος εἴη βαίνειν τοῦ πατρός. τοῦτο γὰρ ὥς γε ἐν βραχεῖ πλεῖστον εἰρήσθω.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: