This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
- text : book : chapter : section : subsection
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τὸ πλαγιάζειν τὰ νοήματα μάλιστα περιβολῆς ἐστιν, ὥστε καὶ ἐν ταῖς ἀφηγήσεσιν, εἰ πλαγιασθείη τὰ νοήματα, θαυμαστὴν περιβολὴν ἐργάζεται, ὡς ὁ Δημοσθένης ἐν τῷ κατ᾽ Αἰσχίνου, “καὶ ἔχων [p. 485]Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν”, οὐκ ὤρθωσεν εἰπών, προσῄει τῇ βουλῇ, ἀλλὰ πάλιν ἐπλαγίασε καὶ “προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων”. καὶ ἄλλο πεπλαγιασμένον “καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις περὶ τούτων πέμψαι”, καὶ ἄλλο τοῦ αὐτοῦ τρόπου, “καὶ ἀπαγγέλλων”, καὶ ἕτερον ἐπὶ τούτων, “καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν ἀδικοῦσιν, οὐ τὰς ἰδίας μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου”. πῶς δὲ ὁ Αἰσχίνης; “Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος”, καὶ ἄλλος πλαγιασμός, “καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων”. καὶ ἄλλος πλαγιασμός, “Παυσανίου δὲ ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος φυγάδος μὲν ὄντος, τῷ καιρῷ δὲ ἰσχύοντος”, καὶ πάλιν ἄλλος ἐπ᾽ ἄλλῳ πλαγιασμῷ, “πολλῶν δὲ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων”, ὤρθωσε δὲ καὶ ἀνέπαυσεν ἡμᾶς “ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην”.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.