This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
- text : book : chapter : section : subsection
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δὲ τοῖς ὀνόμασιν ἀνεμφάτως χρῆσθαι εὐτέλειαν ἐργάζεται. διὸ καὶ τὸν ἀφελῆ λόγον κίνδυνος εἰς εὐτέλειαν περιελθεῖν, ἐγγυτάτω γινόμενον διὰ τὸ καὶ τοιούτοις ὀνόμασι χρῆσθαι. ἔστι τοίνυν ἐκφεύγειν καὶ περιΐστασθαι τὴν εὐτέλειαν τῇ τῶν ἰσοδυναμούντων παραθέσει, οἷον “ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τὴν τελευτὴν τοῦ βίου”. τὸ δὲ καὶ τοῖς ὀνόμασι τοῖς ἐπὶ ἑτέρων πραγμάτων κειμένοις κατὰ μεταφορὰν χρῆσθαι τῶν ἀφελῶν ἐστιν, οἷον “πολλοὺς ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο”, καὶ πάλιν “τοὺς τῶν Ἑλλήνων ἀκολούθους”: τοὺς γὰρ τελευταίους τῶν Ἑλλήνων οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι: καὶ τὸ διὰ τοῦ αὐτοῦ ὀνόματος “ἔπειθον, ἐπείσθημεν”: καὶ διακόψαντα τὰ νοήματα, “πρέσβεις ἐπέμψαμεν”: τὸ γὰρ λελυμένα ἀπ᾽ ἀλλήλων προάγειν ἀφελῆ τὸν λόγον ποιεῖ καὶ ἦθός τι ἐμφαίνει, ὡς αὐτὰ γεγενημένα μετὰ τάχους λέγοντος. καὶ ὅσα δὲ ὀνόματα τόπων καὶ χωρίων πρόσφορά ἐστιν ἐν ἀφελεῖ λόγῳ, ταῦτα χρὴ ἐπιλέγεσθαι, ἔτι δὲ τὰ ἥττω ἔχοντα δύναμιν καὶ ἧττον προτιμώμενα, οἷον γυμνάσια, ἱππόδρομοι, ὅταν [δὲ] δὴ καὶ παρατιθῇς ἐπιλεγόμενος “γυμνάσια ἀνδρῶν γυμναζομένων, ἱππόδρομοι ἱππέων ἱππαζομένων”, ταῦτα πάντα τῆς ἀφελείας. δεῖ δὲ καὶ τὰ ὀνόματα ἐν τῷ ἀφελεῖ λόγῳ μὴ καθ᾽ ἑνὸς μόνον πράγματος προάγεσθαι, ἀλλὰ καὶ δύο καὶ τρία σημαίνειν, οἷον ἐπειδὴ τὸ [τε] ἀπιέναι εἴδη πλείω ἔχει τινά, πάντα ταῦτα ἐπισκεπτέον: περιέχει γὰρ ἐν αὑτῷ καὶ τὸ πλησίον καὶ τὸ πόρρω καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ, καὶ πράγματα ἔχειν καὶ παρέχειν, καὶ ὅλως μυρία ἐστίν, ἃ [p. 544] σημαίνει. καὶ τὰ τοιαῦτα δὲ τῶν ὀνομάτων, ἐν οἷς περὶ κριθῶν καὶ ἀλεύρων καὶ ἐλαίου ἔστιν εἰπεῖν, ἀφέλειαν δοκεῖ μᾶλλον ἐν τῷ λόγῳ ποιεῖν: περὶ ἧττον γὰρ ἐνδόξων ὁ λόγος γίνεται. πολιτικὸς δὲ ἀνὴρ ὀκνήσειεν ἂν προσελθεῖν τοιούτοις ὀνόμασιν: ὅπου δ᾽ ἂν προσίῃ, εὖ εἰδέναι χρή, ὅτι ἢ ἐνεργείας ἕνεκα, ἢ ὥστε ἦθος ἐν τῷ λόγῳ γενέσθαι, ἐπικατενεχθήσεται. ὁ ῥυθμὸς δὲ διάφορος ὢν ἀνασώζει τὰ πράγματα, καὶ οὐκ ἔτι ἐστὶν περὶ τὰ ἐννοήματα, ἀλλὰ περὶ τὴν ἀπαγγελίαν ἡ ἀνομοιότης τοῦ λόγου τοῦ πολιτικοῦ: τὸ μὲν γὰρ ἀποτετελεσμένον καὶ ὁλοκλήρως τὸ πολιτικὸν καὶ τῇ ἐννοίᾳ καὶ τῇ ἀπαγγελίᾳ τοιοῦτον εἶναι προσήκει. ἐνίοτε δὲ ἡ μὲν ἔννοια ἀφελής ἐστιν, ἡ δὲ ἀπαγγελία πολιτική, ὡς καὶ ἐν τῷ πρὸς Καλλικλέα ὁ Δημοσθένης, “κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὐτὴν μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δὲ ὡς ἡμιμέδιμνον: ἐλαίου δὲ ἀποκλιθῆναι κεράμιον φάσκειν, οὐ μέντοι” [ταῦτα] “παθεῖν γε οὐδέν”. καὶ τοῦτο δὲ μετὰ σεμνότητος, ὅπου γε αὐτὸ τὸ κύριον λεχθὲν κινδυνεύει εὐτέλειαν ποιῆσαι, ὥσπερ εἰ ἔλεγες, οὐ μέντοι ἐκχυθῆναί γε, ἐνταῦθα ὁ δὲ ἀντὶ τοῦ κυρίου καὶ τοῦ κατ᾽ εἶδος ἐν γένει μεταβαλὼν εἶπεν, “οὐ μέντοι παθεῖν γε οὐδέν”. καὶ τὸ διὰ τῶν αὐτῶν ὀνομάτων ἐπιπλέξαι δοκεῖ μὲν τοῦ ἀφελοῦς εἶναι λόγου, ἐκλύει δὲ τὸν τόνον τοῦ πολιτικοῦ λόγου, ὡς καὶ ἐν τῷ τῆς παραπρεσβείας ὁ Δημοσθένης, “τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας, ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων ἀσφάλειαν” ἐπιφορικῶς ὡς ἐν συμπληρώσει ἐπήνεγκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.