This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
- text : book : chapter : section : subsection
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγω οὖν ὅτι καὶ λέξει ἀνεμφάτῳ χρῆται ὁ ἀφελὴς ἀνὴρ καὶ σχήματι καὶ ῥυθμῷ, ὥσπερ ἔχει καὶ ἐνταῦθα, “ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἄμφω παρεῖναι”: οὐ γάρ ἐστιν ὁ ῥυθμὸς ὥσπερ ἂν πολιτικοῦ ἀνδρὸς γένοιτο, συνειλκυσμένος καὶ συνειληφὼς τὰ νοήματα. τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν: τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος. κινδυνεύει δὲ ἐγγυτάτω εὐτελείας προσιέναι ἡ ἀφέλεια διὰ τὸ πλείστοις ὀνόμασιν ἀνεμφάτως χρῆσθαι, ὡς καὶ ἐνταῦθα τὸ ἠσθένει ψιλὸν ἦν ὄνομα. διὰ τοῦτο αὐτῷ παρετέθη καὶ ἰσοδυναμοῦν, ἵνα ἐκφύγῃ τὴν εὐτέλειαν, “ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου”.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.