Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Αἰσχυλίδης ἐν τοῖς περὶ γεωργίας κατὰ τὴν Κείων γῆν πρόβατα γίνεσθαι ὀλίγα ἑκάστῳ τῶν γεωργῶν φησι. τὸ δὲ αἴτιον, λεπτόγεών τε εἶναι τὴν Κέω ἰσχυρῶς καὶ νομὰς οὐκ ἔχειν: κύτισον δὲ καὶ θρία ἐμβάλλειν, καὶ τῆς ἐλαίας τὰ ῥεύσαντα φύλλα, καὶ μέντοι καὶ ὀσπρίων ἄχυρα ποικίλων, παρασπείρειν δὲ καὶ ἀκάνθας, καὶ ἐκείνοις ἀγαθὸν εἶναι ταῦτα δεῖπνον. γίνεσθαι δὲ ἐξ αὐτῶν γάλα, καὶ τοῦτο τρεφόμενον τυρὸν ἐργάζεσθαι κάλλιστον: καλεῖσθαι δὲ αὐτὸν Κύθνιον ὁ αὐτὸς λέγει, καὶ μέντοι καὶ τὸ τάλαντον αὐτοῦ πιπράσκεσθαι δραχμῶν καὶ ἐνενήκοντα. γίνεσθαι δὲ καὶ ἄρνας τὴν ὥραν διαπρεπεῖς, καὶ [p. 407] πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.