previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐ δεήσομαι ἐνταῦθα μάρτυρος πρεσβυτέρου, δὲ αὐτὸς ἔγνων ἐρῶ. σαῦρον τῶν χλωρῶν μὲν ὑπεράγαν, ἁδροτέρων δὲ τὴν ἕξιν συλλαβὼν ἀνὴρ καὶ κέντρῳ πεποιημένῳ χαλκοῦ πείρας εἶτα τυφλώσας τὸν σαῦρον καὶ χύτραν κεραμέαν τῶν νεωστὶ εἰργασμένων διατρήσας πάνυ λεπταῖς ὀπαῖς, ὡς μὴ εἴργειν μὲν τὸ πνεῦμα, οὐ μὴν ἐκείνῳ παρασχεῖν ἔκδυσιν, καὶ γῆν ἐγχέας καὶ μάλα ἔνδροσον, καὶ τὸ θηρίον ἐμβαλὼν καὶ πόαν τινὰ ἧς οὐκ εἶπε τὸ ὄνομα καὶ δακτύλιον σιδήρου πεποιημένον καὶ ἔχοντα λίθον γαγάτην, ᾧπερ οὖν ἐνείργαστο γλύμμα σαῦρος, τὴν μὲν χύτραν ἐπηλύγασεν, ἐννέα ἐμπλάσας σημεῖα, ὧν ἀφῄρει σφραγῖδα ἐφ᾽ ἡμέρας ἐννέα. καὶ τὴν ἐπὶ πάσαις ἀφανίσας ἀνοίγει τὸ σκεῦος, καὶ ἔγωγε εἶδον τὸν σαῦρον ἐμβλέποντα, καὶ εὐωποτάτους τοὺς ὀφθαλμοὺς τοὺς τέως πεπηρωμένους εἶχε. καὶ τὸν μέν, ἔνθεν ᾑρέθη, ἐνταῦθα ἀπελύσαμεν, δακτύλιον δὲ ἐκεῖνον ἀνὴρ ταῦτα δράσας ὀφθαλμοῖς ἀγαθὸν ἔφασκεν εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: