Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ στρόμβοι καὶ βασιλέα ἔχουσι, καὶ μάλα γε εὐπειθῶς ἄρχονται. καὶ ὁ μὲν βασιλεὺς οὗτος μεγέθει μέν ἐστι μέγιστος, κάλλιστος δὲ κάλλος. καὶ εἰ μὲν εῖη οἱ καταδῦναι λῷον, ἔδρασε τοῦτο πρώτιστος: εἰ δὲ ἀναδῦναι, καὶ τοῦδε ἄρχει: μετακινουμένῳ δὲ ἕπονται καὶ οἱ λοιποί. ὅστις δ᾽ ἂν ἕλῃ τόνδε τὸν βασιλέα, ὅτι ἄμεινον πράξει καλῶς οἶδε. καὶ μέντοι καὶ εἴ τις ἴδοι θηρώμενον, εὐθυμότερος ἀπῆλθεν, ὥς τι χρηστὸν καὶ ἐκεῖνος ἕξων. ἐν Βυζαντίῳ δὲ καὶ ἆθλον πρόκειται τῷ θηράσαντι τὸν προειρημένον: διδόασι δὲ οἱ συνθηραταὶ δραχμὴν Ἀττικὴν ἕκαστος τῷ ἑλόντι, καὶ τό γε ἆθλον τοῦτό έστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.