previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κύων ἀγρευτικὸς ἅπας αὐτὸς μὲν λαβὼν θηρίον ἥδεται, καὶ κέχρηται τῇ ἄγρᾳ ὡς ἄθλῳ, ἐὰν αὐτῷ συγχωρήσῃ δεσπότης: εἰ δὲ μή, φυλάττει ζῶντα ἔστ᾽ ἂν θηρατὴς ἀφίκηται καὶ κρίνῃ γε ὑπὲρ τοῦ ληφθέντος τι καὶ ἐθέλει. νεκρῷ δὲ ἐντυχὼν λαγῷ συὶ οὐκ ἂν ἅψαιτο, τοῖς ἀλλοτρίοις ἑαυτὸν πόνοις οὐκ ἐπιγράφων, οὐδὲ ἀξιῶν σφετερίσασθαι τὰ [p. 202] προσήκοντά οἱ ἥκιστα. ἔοικε δὲ ἐκ τούτων ἔχειν τι καὶ φιλοτιμίας ἐν ἑαυτῷ φυσικῆς: μὴ γὰρ δεῖσθαι κρεῶν, ἀλλὰ νίκης ἐρᾶν. ἀκοῦσαι δὲ ἄξιον τι καὶ δρᾷ παρὰ τὸν τῆς θήρας καιρὸν κύων θηρατικός. προηγεῖται τοῦ κυνηγέτου ἱμάντι μακρῷ προσημμένος, καὶ ῥινηλατεῖ τῆς φωνῆς ἔχων ἐγκρατῶς. καὶ ἐς ὅσον μὲν ἀθηρία ἀπαντᾷ αὐτῷ καὶ οὐδενὶ ἐντυγχάνει, πρόεισιν ὅσα ἰδεῖν καὶ τεκμήρασθαι κατηφέστερος, καὶ μέντοι καὶ ἐς τὸ πρόσω ἰὼν ἐπάγεται τὸν θηρατὴν προθύμως τε καὶ καρτερικῶς εὖ μάλα κύων: εἰ δὲ ἰχνεύσειε καὶ ὀσμῇ τινι προσπέσοι θηρίου, ἐνταῦθα ἕστηκεν. δὲ κυνηγέτης ἔρχεται πλησίον, καὶ κύων περιχαρὴς τῇ εὐερμίᾳ ὢν αἰκάλλει τὸν δεσπότην καὶ φιλεῖ τὼ πόδε, καὶ πάλιν τῆς ἐξ ἀρχῆς ἰχνεύσεως ἔχεται, καὶ πρόεισι βάδην ἔστ᾽ ἂν ἀφίκηται πρὸς τὴν κοίτην, καὶ περαιτέρω οὐ πρόεισι. συνῆκεν οὖν θηρατής, καὶ ὑποθωΰξας σημαίνει τοῖς ἀρκυωροῖς: οἳ δὲ περιβάλλουσι τὰς ἄρκυς. καὶ ἐνταῦθα τοῦ καιροῦ ὑλάκτησεν κύων: νοεῖ δὲ αὐτῷ τηνικαῦτα βοὴ ἐς ἀνάστασιν τὸν σῦν ὑποθῆξαι, ἵνα ἐκπέσῃ φεύγων καὶ τοῖς δικτύοις καταληφθῇ. ἁλόντος δὲ τοῦ θηρός, δὲ ἐπινίκιόν τινα οἱονεὶ παιᾶνα ἐκβοᾷ, καὶ γέγηθε καὶ σκιρτᾷ, ὥσπερ οὖν ἐχθροὺς ὁπλῖται νενικηκότες. ταῦτα ἐπὶ συῶν καὶ ἐλάφων δρῶσιν οἱ κύνες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: