previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ τῷ χειμῶνι τῷ βιαιοτάτῳ, κυμαινούσης μὲν τῆς θαλάττης, σκληρόν γε μὴν τῶν ἀνέμων καὶ βίαιον καταπνεόντων, φρίττουσι τὴν σύντροφόν τε ἅμα καὶ φίλην οἱ ἰχθύες θάλατταν. καὶ οἵ μὲν αὐτῶν τοῖς πτερυγίοις ἐπαμῶνται τὴν ψάμμον, καὶ ἑαυτοὺς ἐπηλυγάσαντες ὑποθάλπουσιν, οἳ δὲ ὑποδύονταί τινα πέτραν, ἐν σκέπῃ τε τοῦ κρύους καὶ μάλα γε ἀσμένως ἡσυχάζουσιν: οἳ δὲ ἐς τοὺς μυχοὺς τοῦ πελάγους καταθέοντες εἶτα τὴν ἄνωθεν φρίκην ἐξέκλιναν κάτω καὶ ἐν βυθῷ: οὐχ οὕτως γάρ φασιν ὥσπερ οὖν ἄνω διοιδάνειν τε καὶ τύπτειν τὸ κῦμα ἀγριαῖνον. ὑπαρχομένου δὲ τοῦ ἦρος καὶ τοῦ μὲν [p. 239] ἀέρος φαιδροῦ γενομένον, τῶν δὲ φυτῶν θάλλειν ἀρχομένων καὶ τῶν λειμώνων τὰ σύντροφα κομώντων, γαληνά τε τὰ τοῦ πελάγους καὶ ὑπεύδια αἰσθόμενοι οἱ ἰχθύες, ἀναθέουσι καὶ πηδῶσι, καὶ πλησίον τῆς γῆς νήχονται, ὥσπερ οὖν ἥκοντες ἐξ ἀποδημίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: