Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μύες εἰσὶ μὲν καὶ ἄλλως πολύγονον ζῷον, καὶ ἀθρόᾳ τῇ ὠδῖνι πολλὰ τίκτουσιν: εἰ δέ πως καὶ ἁλὸς γευσάμενοι τύχοιεν, ἐνταῦθα δήπου καὶ πάμπολλα ἀποκυΐσκουσι καὶ πλείω τῆς συνηθείας πολλῷ. οἱ δὲ κροκόδειλοι, ὅταν τέκωσι, τὸ γνήσιον καὶ τὸ νόθον τόνδε τὸν τρόπον ἐλέγχουσιν. ἐάν τι παραχρῆμα ἐκγλυφεὶς ἁρπάσῃ, τελεῖ τὸ λοιπὸν ἐς τὸ γένος, καὶ φιλεῖται τοῖς γειναμένοις, καὶ πεπίστευται κροκοδείλων εἷς εἶναι καὶ ἠρίθμηται: ἐὰν δὲ ἐλινύσῃ καὶ βλακεύσῃ καὶ μὴ λάβῃ ποθὲν ἢ μυῖαν ἢ σέρφον ἢ ἔντερον γῆς ἢ σαῦρον τῶν νεαρῶν, διέσπασεν ὁ πατὴρ αὐτὸν ὡς ἀδόκιμόν τε καὶ κίβδηλον καὶ προσήκοντά οἱ οὐδὲ ἕν. καὶ δοκοῦσιν, ὡς οἵδε οἱ θῆρες, καὶ οἱ ἀετοὶ βασανίζοντες καὶ ἐκεῖνοι τὰ γνήσια τῇ ἀκτῖνι τοῦ ἡλίου κρίσει φιλεῖν τὰ ἔκγονα καὶ οὐ πάθει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.