Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διελέγετο ὑπέρ τινων ὁ Πλάτων, παρὼν δ᾽ ὁ Διογένης ὀλίγον αὐτῷ προσεῖχεν. ἠγανάκτησεν οὖν ἐπὶ τούτοις ὁ Ἀρίστωνος καὶ ἔφη ῾ἐπάκουσον τῶν λόγων, κύον.᾿ καὶ ὃς οὐδὲν διαταραχθεὶς ῾ἀλλ᾽ ἐγὢ εἶπεν ῾οὐκ ἐπανῆλθον ἐκεῖσε ὅθεν ἐπράθην, ὥσπερ οἱ κύνες,᾿ αἰνιττόμενος αὐτοῦ τὴν ἐς Σικελίαν ὁδόν. εἰώθει δέ φασιν ὁ Πλάτων περὶ Διογένους λέγειν, ὅτι μαινόμενος οὗτος Σωκράτης ἐστίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.