previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δηχθεὶς καὶ ἀποθνήσκων εἶπεν ῾ὅτι πολὺ ἂν ἥδιον ἦν αὐτῷ δηχθέντι ὑπὸ λέοντος παρδάλεως ἀποθανεῖν, εἴπερ οὖν ἔδει τινὸς τῷ θανάτφ προφάσεως ὑπὸ θηρίου τοιούτοὐ, τὴν ἀδοξίαν ἐμοὶ δοκεῖν ἐκεῖνος τοῦ δήγματος πολλῷ βαρύτερον φέρων τὸν θάνατον αὐτόν. οὐ μόνοις τοῖς ἀστοῖς ἐχρῶντο Ἀθηναῖοι τοῖς πρὸς τὰς ἀρχὰς καὶ τὰς στρατηγίας ἐπιτηδείοις, ἀλλὰ γὰρ καὶ ξένους προῃροῦντο καὶ τὰ κοινὰ αὐτοῖς ἐνεχείριζον, εἴπερ οὖν αὐτοὺς ἀγαθοὺς ὄντας κατέγνωσαν καὶ ἐπιτηδείους ἐς τὰ τοιαῦτα. Ἀπολλόδωρον τὸν Κυζικηνὸν πολλάκις στρατηγὸν εἵλοντο ξένον ὄντα, καὶ Ἡρακλείδην τὸν Κλαζομένιον: ἐνδειξάμενοι γὰρ ὅτι ἄξιοι λόγου εἰσίν, εἶτα οὐκ ἔδοξαν ἀνάξιοι τοῦ Ἀθηναίων ἄρχειν εἶναι. καὶ ὑπὲρ μὲν τούτων ἐπαινεῖν χρὴ τὴν πόλιν μὴ καταχαριζομένην τἀληθὲς τοῖς πολίταις, ἀλλὰ νέμουσαν καὶ τοῖς γένει μὲν μὴ προσήκουσι, δἰ ἀρετὴν δὲ ἀξίοις τιμᾶσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: