Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀριστοτέλης ὅτε ἀπέλιπε τὰς Ἀθήνας δέει τῆς κρίσεως, πρὸς τὸν ἐρόμενον αὐτὸν ῾τίς ἐστιν ἡ τῶν Ἀθηναίων πόλις;᾿ ἔφη ῾παγκάλη: ἀλλ᾽ ἐν αὐτῇ ὄγχνη ἐπ᾽ ὄγχνῃ γηράσκει, σῦκον δ᾽ ἐπὶ σύκῳ, [p. 56] τοὺς συκοφάντας λέγων. καὶ πρὸς τὸν ἐρόμενον δια τί ἀπέλιπε τὰς Ἀθήνας, ἀπεκρίνατο ὅτι οὐ βούλεται Ἀθηναίους δὶς ἐξαμαρτεῖν ἐς φιλοσοφίαν, τὸ περὶ Σωκράτην πάθος αἰνιττόμενος καὶ τὸν καθ᾽ ἑαυτὸν κίνδυνον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.