Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κράτης ὁ Θηβαῖος τά τε ἄλλα μεγαλόφρων ὣν πεφώραται καὶ καταφρονητικὸς τῶν ὑπὸ τοῦ πλήθους θαυμαζομένων, ἀτὰρ οὖν καὶ χρημάτων καὶ πατρίδος. ὅτι μὲν οὖν τῆς οὐσίας ἀπέστη τοῖς Θηβαίοις, τοῦτο μὲν καὶ ἐς πάντας ἐξεφοίτησε: τὸ δὲ ἕτερον αὐτοῦ οὐ πᾶσι γνώριμον: ἔστι δὲ ἐκεῖνο. ἀπαλλαττόμενος τῶν Θηβῶν οἰκισθεισῶν πάλιν ἔφη ῾οὐ δέομαι πόλεως, ἣν Ἀλέξανδρος κατασκάψει ἄλλος.᾿
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.