Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λόγοις. Δίων δὲ ὁ Ἱππαρίνου τὴν Διονυσίου τυραννίδα κατέλυσε. καὶ Ἐπαμεινώνδας βοιωταρχῶν ἐν Λεύκτροις ἐνίκησε Λακεδαιμονίους, καὶ τῶν Θηβαίων καὶ τῶν Ἑλλήνων πρῶτος ἐγένετο. πολλὰ δὲ καὶ Ζήνων ὑπὲρ Ἀθηναίων ἐπολιτεύσατο πρὸς Ἀντίγονον. οὐδὲν γὰρ διοίσει εἴτε τις διὰ γνώμης ὤνησέ τινας εἴτε δι᾽ ὅπλων. ἡνίκα τῆς θαλάττης ἦρξαν Μυτιληναῖοι, τοῖς ἀφισταμένοις τῶν συμμάχων τιμωρίαν ἐκείνην ἐπήρτησαν, γράμματα μὴ μανθάνειν τοὺς παῖδας αὐτῶν μηδὲ μουσικὴν διδάσκεσθαι, πασῶν κολάσεων ἡγησάμενοι βαρυτάτην εἶναι ταύτην, ἐν ἀμουσίᾳ καὶ ἀμαθίᾳ καταβιῶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.