previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν
τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες: ἀλλὰ γὰρ
καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν
σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν
εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ: αἳ δὲ
ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ
καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς
γλυκείας ἦσαν ἄγονοι. νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι
πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον
καὶ τὸν Ἀπόλλω αὐτόν. καὶ αἳ μέν εἰσι φυγάδες,
δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ
λειμῶνι περὶ αὐτὰ γηρᾷ. ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ
τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν
ἄλλο νομίζω θυγατέρας ἀφῃρῆσθαι. ὀργίζομαι μὲν
οὖν αὐταῖς: τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς [p. 177]
πατέρα καὶ φρουρὸν καὶ μελεδωνὸν οὐκ ἀχάριτον;
δεῖ δέ με ἀνιχνεῦσαι τὴν πλάνην αὐτῶν καὶ ὅποι
ποτὲ ἀποδρᾶσαι κάθηνται, καὶ τίς αὐτὰς ὑπεδέξατο
καὶ τοῦτο: ἔχει γάρ τοι τὰς μηδὲν προσηκούσας. εἶτα
εὑρὼν ὀνειδιῶ πολλὰ τὰς ἀγνώμονας καὶ ἀπίστους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: