previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. ἐπὶ μὲν οὖν τούτοις ἔχαιρον οἱ Ῥωμαῖοι, τὰ δὲ δὴ τέρατα καὶ πάνυ αὐτοὺς ἐθορύβει. ἐν γὰρ τῷ Καπιτωλίῳ ἀνδριάντες τε πολλοὶ ὑπὸ κεραυνῶν συνεχωνεύθησαν καὶ ἀγάλματα ἄλλα τε καὶ Διὸς ἐπὶ κίονος ἱδρυμένον, εἰκών τέ τις λυκαίνης σύν τε [2] τῷ Ῥώμῳ καὶ σὺν τῷ Ῥωμύλῳ ἱδρυμένη ἔπεσε, τά τε γράμματα τῶν στηλῶν ἐς ἃς οἱ νόμοι ἐσεγράφοντο συνεχύθη καὶ ἀμυδρὰ ἐγένετο. 1 τά τε οὖν ἄλλα ἐξεθύοντο τοῖς μάντεσι πειθόμενοι, καὶ τῷ Διὶ ἄγαλμα μεῖζον, πρός τε τὰς ἀνατολὰς καὶ πρὸς τὴν ἀγορὰν βλέπον, ὅπως αἱ συνωμοσίαι ὑφ ᾿ὧν ἐταράττοντο ἐκφανεῖεν, ἱδρυθῆναι ἐψηφίσαντο. [3] ταῦτά τε ἐν ἐκείνῳ τῷ ἔτει συνέβη, καὶ οἱ τιμηταὶ περὶ τῶν ὑπὲρ τὸν Ἠριδανὸν οἰκούντων διενεχθέντες ῾τῷ μὲν γὰρ ἐς τὴν πολιτείαν αὐτοὺς 2 ἐσάγειν ἐδόκει, τῷ δὲ οὔ᾽ οὐδὲν οὐδὲ τῶν ἄλλων [4] ἔπραξαν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀπεῖπον. καὶ διὰ τοῦτο καὶ οἱ διάδοχοι αὐτῶν ἐν τῷ ὑστέρῳ ἔτει οὐδὲν 3 ἐποίησαν, ἐμποδισάντων σφᾶς τῶν [p. 116] δημάρχων πρὸς τὸν τῆς βουλῆς κατάλογον, δέει [5] τοῦ μὴ τῆς γερουσίας αὐτοὺς ἐκπεσεῖν. κἀν τούτῳ πάντες οἱ ἐν τῇ Ῥώμῃ διατρίβοντες, πλὴν τῶν τὴν νῦν Ἰταλίαν οἰκούντων, ἐξέπεσον Γαΐου τινὸς Παπίου δημάρχου γνώμῃ, ἐπειδὴ ἐπεπόλαζον καὶ οὐκ ἐδόκουν ἐπιτήδειοί σφισιν εἶναι συνοικεῖν.

1 e)ge/neto R. Steph., e)ge/nonto L.

2 au)tou\s H. Steph., au)tou= L.

3 ou)de\n supplied by R. Steph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: