previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ταῦτα αὐτοῦ εἰπόντος Κικέρων ἔφηοὐ δοκεῖ οὖν σοι μέγα κακὸν εἶναι ἀτιμία καὶ φυγή, καὶ τὸ μήτ᾽ οἴκοι διατρίβειν μήτε 1 μετὰ τῶν φίλων εἶναι, ἀλλὰ ἐκ τῆς πατρίδος μεθ᾽ ὕβρεως ἐκπεπτωκότα ζῆν ἐν ἀλλοτρίᾳ γῇ καὶ ἀλᾶσθαι, φυγάδα προσαγορευόμενον, καὶ γέλωτα μὲν τοῖς ἐχθροῖς αἶσχος δὲ τοῖς οἰκείοις παρέχοντα;’ [2]

οὐδαμῇ ἔμοιγεεἶπεν Φιλίσκος. ‘δύο γὰρ τούτων ὄντων ἐξ ὧν συνεστήκαμεν, ψυχῆς τε καὶ σώματος, καὶ ῥητῶν ἑκατέρῳ παρ᾽ αὐτῆς τῆς φύσεως καὶ ἀγαθῶν καὶ κακῶν δεδομένων, εἰ μέν τι περὶ ταῦθ᾽ ἁμαρτάνοιτο, καὶ βλαβερὸν ἂν [p. 246] εἰκότως καὶ αἰσχρὸν νομίζοιτο, εἰ δ᾽ ὀρθῶς ἔχοι, [3] καὶ μᾶλλον ἂν ὠφέλιμον εἴη. καὶ σοὶ νῦν ὑπάρχει. τὰ γὰρ δὴ ἄλλ᾽ ἐκεῖνα, αἱ φυγαὶ 2 καὶ αἱ ἀτιμίαι, καὶ εἰ δή τι τοιοῦτον ἕτερον, νόμῳ τε καὶ δοκήσει τινὶ καὶ αἰσχρὰ καὶ κακά ἐστι, καὶ οὐδὲν οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ λυμαίνεται. ποῖον μὲν γὰρ ἂν 3 σῶμα εἰπεῖν ἔχοις νενοσηκὸς καὶ ἀπολωλός, ποίαν δὲ ψυχὴν ἀδικωτέραν καὶ ἀμαθεστέραν γεγονυῖαν ὑπ᾽ ἀτιμίας καὶ φυγῆς καὶ ἄλλου τινὸς τῶν τοιούτων; ἐγὼ μὲν γὰρ [4] οὐχ ὁρῶ. τὸ δὲ αἴτιον ὅτι οὐδέν σφων φύσει κακόν ἐστιν, ὥσπερ οὐδ᾽ 4 ἐπιτιμία οὐδ᾽ ἐν τῇ πατρίδι διατριβὴ φύσει χρηστή, ἀλλ᾽ ὁποῖά ποτ᾽ ἄν τις ἕκαστος ἡμῶν περὶ αὐτὰ δοξάσῃ, τοιαῦτα [5] καὶ δοκεῖ εἶναι. αὐτίκα τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν, 5 ἀλλ᾽ ἔστιν τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κολάζεται: εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴν [6] οὔτε τὸ ὄνομα οὔτε τὸ ἔργον αὐτῆς ἴσασι. καὶ πάνυ εἰκότως: ὅσα γὰρ μὴ προσάπτεται 6 τῶν τῇ φύσει τοῦ ἀνθρώπου προσηκόντων, οὐδ᾽ ἀνήκειν ἐς αὐτὸν νομίζεται. ὥσπερ ἂν οὖν, εἰ 7 κρίσις τις καὶ ψήφισμά τι ἐγένετο τὸν δεῖνα νοσεῖν τὸν δεῖνα αἰσχρὸν εἶναι, γελοιότατον ἂν δήπουθεν ἦν, οὕτω καὶ περὶ τῆς ἀτιμίας ἔχει.

1 mh/te supplied by Gros.

2 ai( fugai\ supplied by Rk.

3 a)\n added by Pflugk.

4 ou)d' Bk., ou)/q' L.

5 nomi/zousin Bk., nomi/zousin e)pitimi/an L.

6 prosa/ptetai R. Steph., prosa/pthtai L.

7 ei) H. Steph., h)\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: