previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. παραλείψω: Κύιντος δὲ δὴ Φούφιος Καλῆνος ἀναμὶξ πάντων τὰς ψήφους ἔν γε 1 ταῖς φιλονεικίαις ῾τά τε κρείττω πρὸς σφᾶς ὡς ἑκάστου τῶν γενῶν ἄγοντος καὶ τὰ ἀτοπώτερα 2 ἐς ἑτέρους ἀπωθοῦντοσ᾽ οὔσας εὑρών, ἐνομοθέτησε στρατηγῶν χωρὶς αὐτοὺς ὡς ἑκάστους ψηφίζεσθαι, ἵν᾽ εἰ μὴ καὶ κατ᾽ ἄνδρα, τῷ κρύφα σφᾶς τοῦτο ποιεῖν, ἀλλὰ τά γε ἔθνη 3 αὐτῶν ἔκδηλα ὅπως φρονοίη γίγνοιτο. 4 [2] τὰ μὲν οὖν ἄλλα αὐτὸς Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συνεβούλευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐτῆς ἄρχων: ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δὶς 5 καὶ ὠνόμαζον καὶ ἔγραφον, Γάιόν τε Καίσαρα [3] καὶ Ἰούλιον Καίσαρα ὑπατεύειν λέγοντες: τὰ δὲ δὴ καθ᾽ ἑαυτὸν δι᾽ ἑτέρων διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι: καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθ᾽ ὅσων ἐπεθύμει κατειργάσατο. αὐτὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς παροῦσιν [4] ἀρκεῖσθαι ἐσκήπτετο: ἕτεροι δέ, ὡς καὶ ἀναγκαίου καὶ χρησίμου τοῖς πράγμασιν αὐτοῦ ὄντος, καὶ ἐσηγήσαντο ὅσα ἠθέλησε καὶ κυρωθῆναι ἐποίησαν, οὐκ ἐν τῷ πλήθει μόνον ἀλλὰ [5] καὶ ἐν αὐτῇ τῇ γερουσίᾳ. τε γὰρ ὅμιλος τοῦ τε Ἰλλυρικοῦ καὶ τῆς Γαλατίας τῆς ἐντὸς τῶν Ἄλπεων ἄρξαι αὐτῷ μετὰ τριῶν στρατοπέδων [p. 214] ἐπὶ ἔτη πέντε ἔδωκε, καὶ βουλὴ τήν τε Γαλατίαν τὴν ἐπέκεινα τῶν ὀρῶν καὶ στρατόπεδον ἕτερον προσεπέτρεψε.

1 ge Rk., te L.

2 a)topw/tera R. Steph., a)pw/tera L.

3 e)/qnh Leuncl., h)/qh L.

4 gi/gnoito St., gi/gnointo L.

5 di\s Rk., du/o L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: