previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. καιρὸν τὰς δυνάμεις ἀθροῖσαι. καὶ οὕτως ἐν τῇ Συρίᾳ αὐτῷ τῇ Κυρηστικῇ γενομένῳ συμβαλὼν ἐνίκησεν. ἐπειδὴ γὰρ οὔτε τὸν ποταμὸν διαβῆναί [p. 382] σφας ἐκώλυσεν οὔτ᾽ αὖ διαβᾶσιν εὐθὺς ἐπέθετο, μαλακίαν τέ τινα καὶ ἀρρωστίαν τῶν Ῥωμαίων κατέγνωσαν, κἀκ τούτου πρὸς τὸ ἔρυμα αὐτῶν καίπερ ἐν μετεώρῳ ὂν προσήλασαν ὡς καὶ [2] αὐτοβοεί σφας αἱρήσοντες. ἐπεκδρομῆς τε αἰφνιδίου γενομένης κατά τε τοῦ πρανοῦς οὐ χαλεπῶς, ἅτε καὶ ἱππῆς ὄντες, ἀπεώσθησαν, κἀνταῦθα ἀνδρείως μὲν ἀμυνόμενοι ῾κατάφρακτοι γὰρ οἱ πλείους αὐτῶν ἦσαν᾽ ταραττόμενοι δὲ πρός τε τὸ ἀνέλπιστον καὶ περὶ ἀλλήλοις, ὑπό τε τῶν ὁπλιτῶν καὶ ὑπὸ τῶν σφενδονητῶν μάλιστα ἡττήθησαν: πόρρωθεν γὰρ σφοδραῖς ταῖς βολαῖς [3] ἐξικνούμενοι χαλεπώτατοι αὐτοῖς ἐγίγνοντο. κἀν τῷ πόνῳ τούτῳ καὶ Πάκορος πεσὼν πλεῖστον αὐτοὺς ἔβλαψεν: ὡς γὰρ τάχιστα τὸν ἄρχοντά σφων ἀπολωλότα ᾔσθοντο, ὀλίγοι μὲν περὶ τοῦ σώματος αὐτοῦ προθύμως ἠγωνίσαντο, φθαρέντων δὲ καὶ τούτων πάντες οἱ λοιποὶ ἐνέδοσαν. καὶ αὐτῶν οἱ μὲν διὰ τῆς γεφύρας οἴκαδε διαφυγεῖν ἐθελήσαντες οὐκ ἠδυνήθησαν, ἀλλὰ προκαταληφθέντες ἀπώλοντο, οἱ δὲ καὶ πρὸς τὸν [4] Ἀντίοχον ἐς τὴν Κομμαγηνὴν κατέφυγον. Οὐεντίδιος δὲ τὰ μὲν ἄλλα τὰ ἐν τῇ Συρίᾳ μετέωρα πρὸς τὴν τοῦ πολέμου ἔκβασιν γιγνόμενα ῾τὸν γὰρ Πάκορον ὅμοια τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων καὶ ἐπὶ δικαιοσύνῃ καὶ ἐπὶ πρᾳότητι ὑπερηγάπων᾽ ῥᾳδίως, τὴν κεφαλὴν αὐτοῦ [5] κατὰ τὰς πόλεις περιπέμψας, κατεστήσατο: αὐτὸς δὲ ἐπὶ τὸν Ἀντίοχον, πρόφασιν μὲν ὅτι τοὺς ἱκέτας οἱ οὐκ ἐξέδωκε, τῇ δ᾽ ἀληθείᾳ διὰ τὰ χρήματα πάμπολλα εἶχεν, ἐπεστράτευσεν. [p. 384]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: