previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. τῷ δ᾽ οὖν Καίσαρι ἐς τὴν Σικελίαν μετὰ τοῦτ᾽ ἐλθόντι Σέξτος περὶ τὸ Ἀρτεμίσιον ἀντεστρατοπεδεύσατο: καὶ μάχην μὲν οὐδεμίαν εὐθὺς μεγάλην ἐμαχέσαντο, ἱππομαχίας δέ τινας βραχείας ἐποιοῦντο. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, τῷ μὲν Σέξτῳ Γάλλος Τισιῆνος, τῷ δὲ Καίσαρι [2] Λέπιδος σὺν ταῖς δυνάμεσι προσεγένοντο. οὗτός τε γὰρ περιπεσὼν τῷ χειμῶνι οὗπερ ἐμνημόνευσα καὶ τῷ Δημοχάρει, ναῦς τε συχνὰς ἀπέβαλε καὶ [p. 356] οὐκ εὐθὺς πρὸς τὸν Καίσαρα ἦλθεν, ἀλλ᾽ εἴτε δὴ διὰ τὸ πάθος, εἴθ᾽ ὅπως καθ᾽ ἑαυτὸν ἐκεῖνος πονοῖτο, εἴτε καὶ ἀπαγαγεῖν τὸν Σέξτον ἀπ᾽ αὐτοῦ βουληθείς, Λιλυβαίῳ προσέβαλε: καὶ Γάλλος ἐνταῦθα αὐτῷ πεμφθεὶς ὑπὸ τοῦ Σέξτου προσεπολέμει. [3] καὶ οὕτως ἐκεῖθεν ἀμφότεροι, ἐπειδὴ μηδὲν ἐπέραινον, πρὸς τὸ Ἀρτεμίσιον ἀφίκοντο. καὶ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, δὲ δὴ Λέπιδος τῷ τε Καίσαρι διηνέχθη ῾αὐτός τε γὰρ ἐκ τοῦ ἴσου πάντα αὐτῷ διοικεῖν ὡς καὶ συνάρχων ἠξίου, καὶ ἐκεῖνος ἐς πάντα αὐτῷ ὡς καὶ ὑποστρατήγῳ οἱ ἐχρῆτὀ, κἀκ τούτου πρός τε τὸν Σέξτον ἀπέκλινε [4] καὶ ἐκοινολογεῖτο αὐτῷ δι᾽ ἀπορρήτων. ὑποτοπήσας οὖν τοῦτο Καῖσαρ, καὶ μήτε ἐκφῆναι τολμῶν, μὴ καὶ ἐκ τοῦ φανεροῦ αὐτὸν πολεμώσηται, μήτ᾽ αὖ ἀποκρύψασθαι ἀσφαλῶς δυνάμενος ῾ὕποπτον μὲν γὰρ ἐνόμιζεν εἰ μὴ συμβουλεύοιτό τι αὐτῷ, δεινὸν δ᾽ εἰ πάντα ἀνακοινοῖτο 1 ᾿, διακινδυνεῦσαι ὅτι τάχιστα, πρὶν νεοχμωθῆναί τι, ἔγνω, καίτοι [5] τῶν ἄλλων ἕνεκα ἥκιστα ἐπειγόμενος: οὔτε γὰρ σῖτος οὔτε χρήματα τῷ Σέξτῳ ὑπῆν, ἐξ ὧν ἤλπιζεν αὐτὸν ἀμαχεὶ οὐ πολλῷ ὕστερον καταλύσειν. ἐπεὶ δ᾽ οὖν ἔκρινε τοῦτο, αὐτός τε κατὰ γῆν τὸν στρατὸν ἐξάγων πρὸ τοῦ στρατοπέδου προπαρέτασσε, καὶ Ἀγρίππας ἅμα ἐπιπλέων ἀπεσάλευεν: γὰρ Σέξτος πολὺ ταῖς δυνάμεσιν αὐτῶν ἐλαττούμενος [6] οὐδετέρωσε ἀντεπεξῄει. καὶ τοῦτο καὶ ἐπὶ πλείους ἡμέρας ἐγένετο. τέλος δὲ δείσας μὴ καὶ καταφρονηθεὶς διὰ ταῦθ᾽ ὑπὸ τῶν συμμάχων ἐγκαταλειφθῇ, ἀνταναχθῆναί ποτε ταῖς ναυσὶ προσέταξε: [p. 358] καὶ γάρ τινα ἐλπίδα ἐν ταύταις μᾶλλον εἶχεν.

1 a)nakoinoi=to R. Steph., a)nakinoi=to LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: