previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. ὡς οὖν τό τε σημεῖον ἤρθη καὶ σάλπιγξ ὑπεσήμηνεν, ἐκεῖναί τε ἅπασαι πρὸς τῇ γῇ συνέμιξαν καὶ πεζὸς ἀμφοτέρων ὁμοίως ἐπ᾽ αὐτῆς τῆς ῥαχίας παρετάξατο, ὥστε τὴν θέαν ἀξιολογωτάτην [2] γενέσθαι. τε γὰρ θάλασσα ἐκεῖ πᾶσα τῶν νεῶν ἐπεπλήρωτο ῾πολλαὶ γὰρ οὖσαι ἐπὶ πλεῖστον ἐπέσχον᾽, καὶ χώρα μὲν ἐγγὺς αὐτῆς ὑπὸ τῶν ὡπλισμένων, δ᾽ ἄλλη 1 προσεχὴς ὑπὸ τοῦ λοιποῦ ἑκατέρων ὁμίλου κατείχετο. ὅθενπερ καὶ ἀγὼν ἔδοξε μὲν τῶν ναυμαχούντων μόνων εἶναι, τῇ δ᾽ ἀληθείᾳ καὶ τῶν ἄλλων ἐγένετο: [3] οἵ τε γὰρ ἐν ταῖς ναυσὶν ὄντες προθυμότερον ἐς τὴν τῶν ὁρώντων σφᾶς ἐπίδειξιν ἡμιλλῶντο, καὶ ἐκεῖνοι, εἰ καὶ τὰ μάλιστα ἀπείχοντο ἀλλήλων, ἀλλὰ καὶ πρός γε τὴν τῶν δρωμένων ὄψιν καὶ αὐτοὶ τρόπον τινὰ ἠγωνίζοντο. ἀντιπάλου γὰρ ἐπὶ πολὺ τῆς μάχης γενομένης ῾ὁμοιοτροπώτατα γὰρ τοῖς πρόσθεν ἐναυμάχησαν᾽ ἰσορρόπῳ καὶ [4] αὐτοὶ συστάσει τῆς γνώμης συνέσχοντο. μάλιστα μὲν γὰρ καὶ τὸν πόλεμον πάντα ἐν αὐτῇ καταλυθήσεσθαι ἤλπιζον: εἰ δὲ μή, οἱ μέν, εἰ καὶ τότε κρατήσειαν, οὐδὲν ἔτι μέγα ἐπιπονήσειν, οἱ δέ, εἰ τότε γε νικήσειαν, οὐκέθ᾽ ἡττηθήσεσθαι προσδοκῶντες [5] ἔρρωντο. καὶ διὰ τοῦτο καὶ σιωπῇ, ὅπως αὐτοί [p. 360] τε πρὸς τὰ γιγνόμενα ἀποβλέπωσι καὶ τοὺς ἐν τῷ ἔργῳ μὴ ἀποτρίβωσι, καὶ κραυγῇ μικρᾷ ἐχρῶντο, τούς τε ναυμαχοῦντας ἀνακαλοῦντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι, καὶ τοὺς μὲν κρατοῦντάς σφων [6] ἐπαινοῦντες τοὺς δ᾽ ἡττωμένους λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς 2 ἐναντίους ἧττον τῶν οἰκείων ἐπαΐειν.

1 h( supplied by Pflugk.

2 tou= tou\s M, tou/tous L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: