previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33.

δίκαζε δὲ καὶ αὐτὸς ἰδίᾳ τά τε ἐφέσιμα καὶ τὰ ἀναπόμπιμα, ὅσα ἂν παρά τε τῶν μειζόνων [p. 162] ἀρχόντων καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦ τε πολιάρχου καὶ τοῦ ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦ τε τὸν σῖτον ἐπισκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται: μήτε γὰρ αὐτόδικος μήτ᾽ αὐτοτελὴς οὕτω τις τὸ παράπαν ἔστω ὥστε μὴ [2] οὐκ ἐφέσιμον ἀπ᾽ αὐτοῦ δίκην γίγνεσθαι. ταῦτά τε οὖν κρῖνε, 1 καὶ περὶ τῶν ἱππέων τῶν τε ἑκατοντάρχων τῶν ἐκ τοῦ καταλόγου καὶ τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ θανατώσεως καὶ ἀτιμίας τινὸς ἀγωνίζωνται. σοὶ γὰρ δὴ 2 τὰ τοιαῦτα μόνῳ προσκείσθω, καὶ μηδεὶς ἄλλος περὶ αὐτῶν αὐτὸς καθ᾽ ἑαυτόν, δι᾽ ἅπερ εἶπον, δικαζέτω. [3] μετὰ γὰρ δὴ σοῦ ἀεὶ μὲν οἱ ἐντιμότατοι καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἤδη δὲ καὶ ἕτεροί τινες ἔκ τε τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων ἄλλοι ἄλλοτε διαγιγνωσκέτωσαν, ἵνα σύ τε τοὺς τρόπους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ προκαταμανθάνων ὀρθῶς σφισιν ἔχῃς χρῆσθαι, καὶ ἐκεῖνοι προσυγγιγνόμενοι 3 τοῖς τε ἤθεσι καὶ τοῖς βουλεύμασί σου οὕτως ἐς τὰς τῶν ἐθνῶν [4] ἡγεμονίας ἐξίωσι. τὰς μέντοι γνώμας αὐτῶν μὴ 4 φανερῶς, ὅσαι γε καὶ ἐπισκέψεως ἀκριβεστέρας δέονται, διαπυνθάνου, ἵνα μὴ τοῖς προήκουσί 5 σφων ἐφεπόμενοι κατοκνῶσι παρρησιάζεσθαι, ἀλλ᾽ ἐς γραμματεῖα γραφομένας, οἷς αὐτὸς μόνος ἐντυχών, ὑπὲρ τοῦ μηδενὶ ἄλλῳ ἐκδήλους αὐτὰς γίγνεσθαι, εὐθέως αὐτὰς ἀπαλείφεσθαι κέλευε: οὕτω γὰρ ἂν μάλιστα τὴν ἑκάστου γνώμην διακριβώσειας, [p. 164] εἰ ἀνέλεγκτον αὐτὴν παρὰ τοῖς ἄλλοις πιστεύσειαν ἔσεσθαι. [5]

καὶ μέντοι καὶ πρὸς τὰς δίκας τάς τε ἐπιστολὰς καὶ τὰ ψηφίσματα τῶν πόλεων τάς τε τῶν ἰδιωτῶν ἀξιώσεις, καὶ ὅσα ἄλλα τῇ τῆς ἀρχῆς διοικήσει προσήκει, συνεργούς τέ τινας καὶ ὑπηρέτας ἐκ τῶν ἱππέων ἔχε: ῥᾷόν τε γὰρ οὕτως ὡς ἕκαστα διαχωρήσει, καὶ σὺ οὔτ᾽ αὐτογνωμονῶν [6] σφαλήσῃ οὔτ᾽ αὐτουργῶν ἐκκαμῇ. τήν τε παρρησίαν παντὶ τῷ βουλομένῳ καὶ ὁτιοῦν συμβουλεῦσαί σοι μετὰ ἀδείας νέμε: ἄν τε γὰρ ἀρεσθῇς τοῖς λεχθεῖσιν ὑπ᾽ αὐτοῦ, πολλὰ ὠφελήσῃ, 6 ἄν τε καὶ μὴ πεισθῇς, οὐδὲν βλαβήσῃ. [7] καὶ τοὺς μὲν τυχόντας τῆς γνώμης καὶ ἐπαίνει καὶ τίμα ῾τοῖς γὰρ ἐκείνων ἐξευρήμασιν αὐτὸς εὐδοκιμήσεισ᾽, τοὺς δ᾽ ἁμαρτόντας μήτ᾽ ἀτιμάσῃς ποτὲ μήτ᾽ αἰτιάσῃ: τὴν γὰρ διάνοιαν αὐτῶν δεῖ σκοπεῖν, ἀλλ᾽ οὐ τὴν οὐκ ἐπιτυχίαν μέμφεσθαι. [8] τὸ δ᾽ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν πολεμικῶν φύλαττε, καὶ μήτε ἐπὶ δυστυχίᾳ ἀκουσίῳ χαλεπήνῃς τινὶ μήτε ἐπ᾽ εὐτυχίᾳ φθονήσῃς, ἵνα καὶ προθύμως καὶ ἡδέως πάντες ὑπὲρ σοῦ κινδυνεύωσι, πιστεύοντες ὅτι οὔτε πταίσαντές τι κολασθήσονται [9] οὔτε κατορθώσαντες ἐπιβουλευθήσονται. πολλοὶ γοῦν τὸν παρὰ τῶν τὸ κράτος ἐχόντων φθόνον [p. 166] φοβούμενοι σφαλῆναί τι μᾶλλον καταπρᾶξαι προείλοντο, κἀκ τούτου τὸ μὲν ἀσφαλὲς αὐτοὶ ἔσχον, τὸ δὲ δὴ 7 ζημίωμα ἐκείνοις προσετρίψαντο. ὥστε αὐτὸς τὸ πλεῖον ἀπ᾽ ἀμφοτέρων ὁμοίως καὶ τῶν χειρόνων καὶ τῶν ἀμεινόνων ἀπολαύσων, μηδέποτ᾽ ἐθελήσῃς λόγῳ μὲν ἄλλοις ἔργῳ δὲ σαυτῷ φθονῆσαι.

1 kri=ne R. Steph., kri/nai *wM.

2 dh\ R. Steph., dei= *wM.

3 prosuggigno/menoi Xyl., prossuggigno/menoi *wM.

4 mh\ M, om. V.

5 proh/kousi/ Rk., prosh/kousi *wM.

6 w)felh/sh| R. Steph., w)felh/sei *wM, w)felhqh/sh flor.

7 dh\ M, om. w flor.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: