previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. τοῦτο μὲν τοιοῦτον ἐγένετο, ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ Λιουία 1 μετήλλαξεν, ἓξ καὶ ὀγδοήκοντα ἔτη ζήσασα. καὶ αὐτὴν Τιβέριος οὔτε νοσοῦσαν ἐπεσκέψατο οὔτ᾽ ἀποθανοῦσαν αὐτὸς προέθετο: 2 οὐ μὴν οὐδὲ ἐς τιμὴν ἄλλο τι αὐτῇ πλὴν τῆς δημοσίας ἐκφορᾶς καὶ εἰκόνων ἑτέρων τέ τινων οὐδενὸς ἀξίων ἔνειμεν. ἀθανατισθῆναι [2] δὲ αὐτὴν ἄντικρυς ἀπηγόρευσεν. οὐ μέντοι καὶ μόνα οἱ βουλή, ὅσα ἐκεῖνος ἐπέστειλεν, ἐψηφίσατο, ἀλλὰ πένθος ἐπ᾽ αὐτῇ 3 παρ᾽ ὅλον τὸν ἐνιαυτὸν ταῖς γυναιξὶν ἐπήγγειλαν, καίπερ τὸν Τιβέριον ἐπαινέσαντες ὅτι τῆς τῶν κοινῶν διοικήσεως [3] οὐδὲ τότε ἀπέσχετο: καὶ προσέτι καὶ ἁψῖδα αὐτῇ, μηδεμιᾷ ἄλλῃ γυναικί, ἐψηφίσαντο, ὅτι τε οὐκ ὀλίγους σφῶν ἐσεσώκει, καὶ ὅτι παῖδας πολλῶν ἐτετρόφει κόρας τε πολλοῖς 4 συνεξεδεδώκει, ἀφ᾽ οὗ γε καὶ μητέρα αὐτὴν τῆς πατρίδος [p. 188] τινὲς ἐπωνόμαζον. ἐν δὲ τῷ μνημείῳ ἐτάφη τῷ τοῦ Αὐγούστου.” Xiph. 142, 21-143, 25.[3α] οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ᾽ ἐκείνης δέδωκεν Τιβέριος.” Zon. 11, 2 (p. 8, 18-19 D.).[4] καὶ αὐτῆς ἄλλα τε καλῶς εἰρημένα ἀποφθέγματα φέρεται, καὶ ὅτι γυμνούς ποτε ἄνδρας ἀπαντήσαντας αὐτῇ καὶ μέλλοντας διὰ τοῦτο θανατωθήσεσθαι ἔσωσεν, εἰποῦσα ὅτι οὐδὲν ἀνδριάντων [5] ταῖς σωφρονούσαις οἱ τοιοῦτοι διαφέρουσι. πυθομένου τέ τινος αὐτῆς πῶς καὶ τί δρῶσα οὕτω τοῦ Αὐγούστου κατεκράτησεν, ἀπεκρίνατο ὅτι αὐτή τε ἀκριβῶς σωφρονοῦσα, καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μήτε ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτε ἀκούειν μήτε αἰσθάνεσθαι [6] προσποιουμένη. 5 τοιαύτη μὲν 6 Λιουία 7 ἐγένετο, μέντοι ψηφισθεῖσα αὐτῇ ἁψὶς οὐκ ᾠκοδομήθη διὰ τὸ τὸν Τιβέριον τοῖς ἑαυτοῦ τέλεσι κατασκευάσειν αὐτὴν ὑποσχέσθαι: κατοκνήσας γὰρ τῷ λόγῳ τὸ δόγμα λῦσαι, τοῦτον τὸν τρόπον ἀνέτρεψεν αὐτό, μήτ᾽ ἐκ τῶν δημοσίων χρημάτων ἐπιτρέψας τὸ ἔργον 8 γενέσθαι μήτ᾽ αὐτὸς ποιήσας. [7] δὲ δὴ Σεϊανὸς ἔτι καὶ μᾶλλον ᾔρετο, καὶ ἐψηφίσθη ὅπως τὰ γενέθλια αὐτοῦ δημοσίᾳ ἑορτάζηται. τὸ γάρ τοι πλῆθος τῶν ἀνδριάντων ὧν τε βουλὴ καὶ ἱππὰς αἵ τε φυλαὶ καὶ οἱ ἄνδρες οἱ πρῶτοι ἔστησαν αὐτοῦ, οὐδὲ ἐξηρίθμησεν ἄν [8] τις: πρέσβεις τε ἰδίᾳ μὲν γερουσία ἰδίᾳ δὲ οἱ [p. 190] ἱππῆς 9 τὸ τε πλῆθος ἔκ τε τῶν δημάρχων καὶ ἐκ τῶν ἀγορανόμων τῶν σφετέρων πρὸς ἀμφοτέρους 10 αὐτοὺς ἔπεμπον, καὶ εὔχοντο ὑπὲρ ἀμφοῖν ὁμοίως καὶ ἔθυον, τήν τε τύχην αὐτῶν ὤμνυσαν.” Xiph. 143, 25-144, 19. “ ”

1 *lioui/a R. Steph., libi/a *wCL'.

2 proe/qeto H. Wolf, prose/qeto *wCL'.

3 e)p' au)th=| Zon., au)th=| *wCL'.

4 polloi=s Xiph., plei/osi Zon.

5 a)qu/rmata mh/te a)kou/ein mh/te ai)sqa/nesqai prospoioume/nh Xiph., Exc. Plan., Zon., e)pi\ dw/mata ... mh/te ai)sqa/nesqai prospoioume/nh *w, e)pi\ dw/mata ... mh/tis ei)sqane/sqw parapoioume/nh C, a)qu/rmata mh/te diw/kousa mh/te ai)sqa/nesqai prospoioume/nh L', a)qu/rmata mhde\ ai)sqa/nesqai prospoioume/nh Petr. Patric.

6 me\n *w, ou(=n L'.

7 *lioui/a R. Steph., libi/a *wL'.

8 e)pitre/yas to\ e)/rgon *wC, to\ e)/rgon e)pitre/yas L'.

9 i(pph=s Bs., i(ppei=s *wCL'.

10 a)mfote/rous *wC, om. L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: