previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. καὶ οἱ μὲν ταῦτ᾽ ἔπραττον, Γάιος δὲ ἐν τούτῳ τόν τε Πτολεμαῖον τὸν τοῦ Ἰούβα παῖδα μεταπέμψας, καὶ μαθὼν ὅτι πλουτεῖ, ἀπέκτεινε, καὶ ... 1 [p. 338] 2 ἐς δὲ τὸν ὠκεανὸν ἐλθὼν ὡς καὶ ἐν τῇ Βρεττανίᾳ στρατεύσων, καὶ πάντας τοὺς στρατιώτας [2] ἐν τῇ ᾐόνι παρατάξας, τριήρους τε ἐπέβη καὶ ὀλίγον ἀπὸ τῆς γῆς ἀπάρας ἀνέπλευσε, καὶ μετὰ τοῦτο ἐπὶ βήματος ὑψηλοῦ ἱζήσας καὶ σύνθημα τοῖς στρατιώταις ὡς ἐς μάχην δούς, τοῖς τε σαλπικταῖς 3 ἐξοτρύνας αὐτούς, εἶτ᾽ 4 ἐξαίφνης ἐκέλευσέ σφισι τὰ κογχύλια συλλέξασθαι. [3] λαβών τε τὰ σκῦλα ταῦτα ῾καὶ γὰρ λαφύρων δῆλον ὅτι πρὸς τὴν τῶν ἐπινικίων πομπὴν ἐδεῖτὀ μέγα τε ἐφρόνησεν ὡς καὶ τὸν ὠκεανὸν αὐτὸν δεδουλωμένος, καὶ τοῖς στρατιώταις πολλὰ ἐδωρήσατο. καὶ μὲν ἐς τὴν Ῥώμην τὰ κογχύλια ἀνεκόμισεν, ἵνα καὶ ἐκείνοις [4] τὰ λάφυρα δείξῃ: δὲ βουλὴ οὔθ᾽ ὅπως ἐπὶ τούτοις ἡσυχάζοι εἶχεν, ὅτι μεγαλοφρονούμενον αὐτὸν ἐπυνθάνετο, οὔθ᾽ ὅπως αὐτὸν ἐπαινέσειεν: ἂν γάρ τις ἐπὶ μηδεμιᾷ μικρᾷ τινι ἀνδραγαθίᾳ ἤτοι ἐπαίνους μεγάλους καὶ τιμὰς ἐξαισίους ποιῆται, διαμωκᾶσθαί τε καὶ διασιλλοῦν 5 αὐτὴν [5] ὑποπτεύεται. ὅμως ἐσελθὼν ἐς τὴν πόλιν τὴν μὲν βουλὴν ὀλίγου ἐδέησεν ἀπολέσαι πᾶσαν, ὅτι μὴ τὰ ὑπὲρ ἄνθρωπον αὐτῷ ἐψηφίσατο, 6 τὸν δὲ δῆμον ἀθροίσας πολὺ μὲν ἀργύριον ἐκ μετεώρου τινὸς πολὺ δὲ χρυσίον ἔρριψε, καὶ πολλοὶ 7 ἀπώλοντο διαρπάζοντες: σιδήρια γὰρ μικρὰ ἄττα [p. 340] αὐτοῖς, ὥς φασί τινες, ἀνεμέμικτο.” Xiph. 166, 30-167, 22.ἐκ δὲ τῶν μοιχειῶν ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις καὶ Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη.” Joann. Antioch. fr. 82 M. (v. 30-33).τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευθήσεσθαι ἔμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν Ἀνίκιον 8 Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ Σέξτον Παπίνιον ἐβασάνισε: καὶ ἐπεὶ μηδὲν ἐξελάλησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ ἄδειαν ὑποσχόμενος, κατειπεῖν τινῶν ἀληθῶς 9 ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς ἄλλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν.” Zon. 11, 6 (p. 19, 12-19 D.).[6] Βετιλῖνον δὲ Βάσσον 10 ἀποσφαγῆναι κελεύσας, καὶ τὸν πατέρα αὐτοῦ Καπίτωνα παρεῖναι φονευομένῳ αὐτῷ κατηνάγκασε μήτ᾽ ἀδικοῦντά τι μήτ᾽ ἐσηγγελμένον. πυθομένου τε αὐτοῦ εἰ μῦσαί γέ οἱ ἐπιτρέπει, προσέταξε καὶ ἐκεῖνον [7] σφαγῆναι. χιπη. 167, 22-27. 11 δὲ κινδυνεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων εἶναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. [p. 342] καὶ πολλοὺς ἂν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. καὶ μὲν ἀπέθανεν, τῷ δὲ Γαΐῳ τὸν ὄλεθρον αὐτὸ τοῦτο παρεσκεύασεν. [8] ἰδίᾳ 12 γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενοςεἷς εἰμίἔφη, ‘τρεῖς δὲ ὑμεῖς, καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισμένοι δ᾽ ὑμεῖς: εἰ οὖν μισεῖτέ με καὶ ἀποκτείνειν θέλετε, φονεύσατε.’ ἐξ ἐκείνου δὲ μισεῖσθαι νομίσας καὶ ἄχθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευέ σφας, καὶ ξίφος κἀν τῇ πόλει παρεζώννυτο, καὶ συνέβαλλεν αὐτοὺς ἀλλήλοις, ὅπως μὴ συμφρονῶσι, 13 κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν λοιπῶν, μέχρις οὗ συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσιν.” Zon. 11,6 (p. 19, 22-20, 11 D.).[9] ὅτι αὐτὸς ἐκέλευσε τὴν σύγκλητον συναχθῆναι, καὶ δῆθεν ἀμνηστίαν αὐτοῖς δέδωκεν, εἰπὼν ὀλίγους πάνυ ἔχειν οἷς ἔτι ὠργίζετο. καὶ πᾶσι τούτοις 14 διπλῆν ἐδίδου τὴν φροντίδα: ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐνενόει.” Petr. Patr. exc.ϝατ. 31 ῾π. 205 μαι π. 188, 3-7 δ.᾿. [p. 344]

1 At this point a #3uaternion has been lost from M; the MS. resumes at lx. 2, 1.

2 w(s ai( *mauritani/ai u(po\ *(rwmai/wn a)/rxesqai h)/rcanto. Index Lib. LIX.

3 salpiktai=s Dind., salpigktai=s *wCL'.

4 ei)=t' *wL', o(/t' C.

5 diasillou=n L', diasullou=n C, diasulou=n (sith second (??) added above) V.

6 e)yhfi/sato *wL', e)yhfi/sqh C (corr. to e)yhfi/sato).

7 polloi\ *wC, polloi\ de\ L'.

8 *)ani/kion Pinder, ni/kion ABCEc.

9 a)lhqw=s ABCc, w(s a)lhqw=s E.

10 betili=non de\ ka/sson C*w, metilli=non de\ ka/ssion L', ba/ssos exc. Vat.

11 Zonaras has in plaee of these tso sentences: e(no\s de\ tw=n kteinome/nwn kai\ to\n pate/ra parei=nai kathna/gkase tou= ui(ou= foneuome/nou: puqo/meno/n te ei) mu/sai au)tw=| e)pitre/pei, kai\ e)kei=non sfagh=nai prose/tacen.

12 Cf., for the rest of the paragraph, Patricius: o(/ti o( au)to\s *ga/ios tou/s te u(pa/rxous kale/sas kai\ a)/llous du/o ei)sh=lqen e)n xitwni/skw| (koitwni/skw| cod.), kai\ le/gei au)toi=s ‘i)dou\ u(mei=s trei=s e)ste w(plisme/noi, e)gw\ de\ mo/nos kai\ gumno/s: e)a\n mish=te/ me, foneu/sate/ me.’ w(s de\ e)kei=noi ei)s tou\s po/das au)tou= prose/peson kai\ pareka/loun mhde\n toiou=ton peri\ au)tou= e)nnoei=n, a)nexw/rhsen dh=qen pepeisme/nos: plh\n kai\ au)to\s u(/poptos peri\ th\n fili/an au)tw=n die/keito, ka)kei=noi e)dedi/eisan. e)kei=nos de\ sune/krouen au)tou\s a)llh/lois (exc. Vat. 30, p. 205 Mai = p. 187, 26-188, 2D.).

13 sumfronw=si AE, sumfwnw=si BCc.

14 tou/tois Mai, tou/tous M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: