previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, καίτοι χιλιαρχίας ἐν τῷ δορυφορικῷ ἔχοντες. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεσαν [p. 358] τὸ πραττόμενον, ἐν οἷς ἦν τε Κάλλιστος καὶ ἔπαρχος.” Xiph. 171, 13-18, Zon. 11, 7 (p. 22, 17-21 D.), Joann. Antioch. fr. 84 M. (v. 4-6).πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν. καὶ ὅσοι δὲ οὐ συνώμοσαν, γνόντες οὔτ᾽ ἐξέφηναν καὶ ἄσμενοι εἶδον αὐτὸν ἐπιβουλευόμενον.” Joann. Antioch.φρ. 84 μ ῾ϝ. 6-7᾿, ζον. 11, 7 ῾π. 22, 22-23 δ.᾿. [2] οἱ δὲ αὐτόχειρες αὐτοῦ γενόμενοι ἐκεῖνοι ἦσαν. ἄλλως τε γὰρ ἀρχαιότροπός τις ἀνὴρ Χαιρέας ἦν, καί τινα καὶ ἰδίαν τῆς ὀργῆς αἰτίαν ἔσχε: γύννιν τε γὰρ αὐτὸν καίπερ ἐρρωμενέστατον ἀνδρῶν ὄντα Γάιος ἐπεκάλει, καὶ τὸ σύνθημα αὐτῷ, ὁπότε ἐς ἐκεῖνον καθήκοι, Πόθον Ἀφροδίτην [3] ἕτερόν τι 1 τοιοῦτον ἐδίδου. θεοπρόπιον δέ τι τῷ Γαΐῳ ὀλίγον ἔμπροσθεν ἐγεγόνει φυλάττεσθαι Κάσσιον: καὶ μὲν ἐς Γάιον Κάσσιον τὸν τότε τῆς Ἀσίας ἄρχοντα, ἐπειδὴ τὸ γένος ἀπὸ τοῦ Κασσίου ἐκείνου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἶχεν, ὑποπτεύσας μετεπέμψατο αὐτὸν δεδεμένον, προέλεγε δ᾽ ἄρα αὐτῷ τὸ δαιμόνιον [4] τοῦτον τὸν Κάσσιον τὸν Χαιρέαν. Ἀπολλώνιός τέ τις Αἰγύπτιος οἴκοι τε τὸ συμβὰν αὐτῷ προεῖπε, καὶ πεμφθεὶς διὰ τοῦτ᾽ ἐς τὴν Ῥώμην προσήχθη τε αὐτῷ ἐν αὐτῇ ἐκείνῃ 2 τῇ ἡμέρᾳ ἐν τελευτήσειν ἔμελλε, καὶ ἀναβληθεὶς ὡς καὶ μετ᾽ ὀλίγον κολασθησόμενος ἐσώθη. ἐπράχθη δὲ ὧδε. ἑορτήν τινα ἐν τῷ παλατίῳ [5] ἦγε καὶ θέαν ἐπετέλει, κἀν τούτῳ καὶ αὐτὸς καὶ ἤσθιε καὶ ἔπινε καὶ τοὺς ἄλλους εἱστία, ὅτε δὴ [p. 360] καὶ Πομπώνιος Σεκοῦνδος τότε ὑπατεύων ἐνεφορεῖτό τε ἅμα τῶν σιτίων, παρὰ τοῖς ποσὶν αὐτοῦ καθήμενος, καὶ ἐπικύπτων συνεχῶς αὐτοὺς κατεφίλει.” Xiph. 171, 18- 172, 8. γὰρ Χαιρέας καὶ Σαβῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ὅμως ἐκαρτέρουν ἐπὶ [6] πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ὑποκρίνασθαι ἠθέλησεν, καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγγειλε, οὐκέθ᾽ οἱ περὶ τὸν Χαιρέαν ὑπέμειναν, ἀλλὰ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξελθόντα 3 ἵνα τοὺς παῖδας θεάσηται, οὓς ἐκ τῆς Ἑλλάδος καὶ τῆς Ἰωνίας τῶν πάνυ εὐγενῶν ἐπὶ τῷ τὸν ὕμνον τὸν ἐς ἑαυτὸν πεποιημένον ᾆσαι μετεπέπεμπτο 4 δῆθεν, ἀπέκτειναν ἐν στενωπῷ τινι ἀπολαβόντες. [7] καὶ αὐτοῦ πεσόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν ὄντα ὠμῶς ἐτίτρωσκον: 5 καί τινες καὶ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. τήν τε γυναῖκα καὶ τὴν θυγατέρα εὐθὺς ἔσφαξαν.” Xiph. 172, 8-19, Zon. 11, 7῾π. 22, 24-23, 5 δ.᾿, Jοανν. αντιοξη. φρ. 84 μ. ῾ϝ. 7-11᾿. ”

1 ti om. V.

2 au)th=| e)kei/nh| *wC, e)kei/nh| L'.

3 e)celqo/nta Xiph., e)cerxo/menon Zon., e)rxo/menon Joann. Antioch.

4 metepe/pempto Bs., meta/pempton *wC, metepe/myato L', metepe/mpeto Joann. Antioch.

5 w)mw=s e)ti/trwskon Xiph., kateti/trwskon Zon.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: