previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. τὰ μὲν δὴ οὖν ὑπό τε τοῦ Γαΐου καὶ ὑφ᾽ ἑτέρων δἰ ἐκεῖνον οὐκ ὀρθῶς γενόμενα ἀνέτρεψε, τῷ δὲ δὴ Δρούσῳ τῷ πατρὶ τῇ τε Ἀντωνίᾳ τῇ μητρὶ ἱπποδρομίας ἐς τὰ γενέσια ἔδωκε, τὰς πανηγύρεις τὰς ἐς ταὐτὸν αὐταῖς συμβαινούσας μεταθεὶς [2] ἐς ἑτέρας ἡμέρας, ὅπως μὴ ἅμα ποιῶνται. τήν τε τήθην τὴν Λιουίαν οὐ μόνον ἵππων ἀγῶσιν [p. 378] ἐτίμησεν ἀλλὰ καὶ ἀπηθανάτισεν, ἄγαλμά τέ τι αὐτῆς ἐν τῷ Αὐγουστείῳ ἱδρύσας καὶ τὰς θυσίας ταῖς ἀειπαρθένοις ἱεροποιεῖν προστάξας, ταῖς τε γυναιξὶν ὅρκον τὸ ὄνομα αὐτῆς ποιεῖσθαι κελεύσας. [3] οὕτω δὲ δὴ τοὺς πατέρας ἀποσεμνύνας αὐτὸς οὐδὲν ἔξω τῶν ὀνομάτων τῶν ἐς τὴν ἀρχὴν φερόντων ἐδέξατο: ἐν γὰρ δὴ τῇ τοῦ Αὐγούστου νουμηνίᾳ, ἐν ἐγεγέννητο, ἠγωνίζοντο μὲν ἵπποι, οὐ δι᾽ ἐκεῖνον δὲ ἀλλ᾽ ὅτι τοῦ Ἄρεως ναὸς ἐν ταύτῃ καθιέρωτο καὶ διὰ τοῦτο ἐτησίοις ἀγῶσιν [4] ἐτετίμητο. ἔν τε οὖν τούτοις ἐμετρίαζε, καὶ προσαπηγόρευσε μήτε προσκυνεῖν τινα αὐτὸν μήτε θυσίαν οἱ μηδεμίαν ποιεῖν. τά τε ἐπιβοήματα τὰ πολλὰ καὶ ὑπέρογκα ἔπαυσε: καὶ εἰκόνα μίαν, καὶ ταύτην ἀργυρᾶν, ἀνδριάντας τε δύο χαλκοῦ τε καὶ λίθου ψηφισθέντας αὐτῷ τὰ [5] πρῶτα ἔλαβε. μάταια γὰρ πάντα τὰ τοιαῦτα ἀναλώματα εἶναι, καὶ προσέτι πολλὴν μὲν ζημίαν πολὺν δὲ καὶ ὄχλον τῇ γε 1 πόλει παρέχειν ἔλεγε: πάντες μὲν γὰρ οἱ ναοὶ πάντα δὲ καὶ τὰ ἄλλα ἔργα καὶ ἀνδριάντων καὶ ἀναθημάτων ἐπεπλήρωτο, ὥστε καὶ περὶ ἐκείνων βουλεύσεσθαι 2 ἔφη [6] χρὴ πρᾶξαι. τοῖς τε στρατηγοῖς τοὺς ἀγῶνας τοὺς ὁπλομαχικοὺς ἀπηγόρευσε μὴ ποιεῖν, καὶ εἰ δή τις ἄλλος αὐτοὺς ὁπουδήποτε ἐπιτελοίη, ἀλλὰ μήτι 3 γε ὡς καὶ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας γιγνομένων σφῶν γράφεσθαι καὶ λέγεσθαι ἐκέλευσε. καὶ οὕτω γε πάντα ταῦτα κρίσει καὶ οὐκ ἐπιτηδεύσει ἔπραττεν ὥστε καὶ ἄλλα ὁμοίως [p. 380] [7] ἔνεμε. τὰς γοῦν θυγατέρας ἐν τῷ ἔτει τούτῳ τὴν μὲν ἐγγυήσας Λουκίῳ Ἰουνίῳ Σιλανῷ τὴν δὲ ἐκδοὺς Γναίῳ Πομπηίῳ Μάγνῳ οὐδὲν ἐξαίρετον ἔπραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις [8] ἐδίκασε καὶ βουλὴ ἠθροίσθη. τούς τε γαμβροὺς τότε τε ἐν τοῖς εἴκοσιν ἀνδράσιν ἄρξαι καὶ μετὰ τοῦτο πολιαρχῆσαι ἐν ταῖς ἀνοχαῖς ἐκέλευσεν ὀψέ τέ ποτε πέντε ἔτεσι θᾶσσον τὰς ἄλλας ἀρχὰς αἰτῆσαί σφισιν ἐπέτρεψε. τούτου δὲ δὴ τοῦ Πομπηίου Γάιος τὴν τοῦ Μάγνου [9] ἐπίκλησιν περιέκοψεν. ὀλίγου μὲν γὰρ καὶ ἀπέσφαξεν αὐτὸν ὅτι οὕτως ὠνομάζετο: ἀλλὰ τοῦτο μὲν καταφρονήσας ὡς καὶ παιδίου ἔτ᾽ αὐτοῦ ὄντος οὐκ ἐποίησε, τὴν δὲ δὴ πρόσρησιν κατέλυσεν, εἰπὼν μὴ εἶναί οἱ ἀσφαλὲς Μάγνον τινὰ προσαγορεύεσθαι. γε μὴν Κλαύδιος καὶ ἐκεῖνο 4 αὐτῷ τὸ πρόσρημα ἀπέδωκε καὶ τὴν θυγατέρα προσσυνῴκισε. ”

1 ge R. Steph., te M.

2 bouleu/sesqai R. Steph., bouleu/sasqai M.

3 mh/ti Dind., mh/toi M.

4 e)kei=no R. Steph., e)kei/nwi M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: