previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. τῷ δὲ ἐχομένῳ οἱ αὐτοὶ αὖθις Μαῦροι πολεμήσαντες κατεστράφησαν. Σουητώνιος 1 μὲν γὰρ Παυλῖνος, ἐκ τῶν ἐστρατηγηκότων ὤν, τὴν χώραν αὐτῶν μέχρι τοῦ Ἄτλαντος ἀντικατέδραμε, Γναῖος δὲ Ὁσίδιος Γέτας ἐκ τῶν ὁμοίων μετ᾽ ἐκεῖνον στρατεύσας ἐπὶ τὸν Σάλαβον τὸν στρατηγόν σφων εὐθὺς ὥρμησε, καὶ ἐνίκησεν [2] αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον. ἐπειδή τε ἐκεῖνος, καταλιπών τινας πρὸς τοῖς μεθορίοις εἴργειν τοὺς ἐπιδιώξοντας, πρὸς τὰ ψαμμώδη ἀπέφυγεν, ἐτόλμησεν ἐπισπέσθαι οἱ, καὶ ἀντικαταστήσας πρὸς τοὺς ἐφεδρεύοντας μέρος τοῦ στρατοῦ προῄει, συσκευασάμενος ὕδωρ ὅσον ἐνεδέχετο. [3] ὡς δὲ τοῦτό τε ἐπέλειπε καὶ ἄλλο οὐχ εὑρίσκετο, [p. 390] ἐν παντὶ κακοῦ ἐγένετο: οἱ μὲν γὰρ βάρβαροι ἄλλως τε ἐπὶ μακρότατον πρὸς τὸ δίψος ὑπὸ τοῦ ἔθους ἀντέχοντες, καὶ πάντως τι ὕδωρ ἐμπειρίᾳ τῶν χωρίων ποριζόμενοι, διεγίγνοντο, τοῖς δὲ δὴ Ῥωμαίοις ἐκ τῶν ἐναντίων ἀδύνατον μὲν προχωρῆσαι χαλεπὸν δὲ καὶ ὑποστρέψαι ἦν. [4] ἀποροῦντα οὖν αὐτὸν τι χρὴ πρᾶξαι, ἀνέπεισέ τις τῶν ἐπιχωρίων τῶν ἐνσπόνδων ἐπῳδαῖς τέ τισι καὶ μαγγανείαις χρήσασθαι, λέγων πολλάκις σφίσιν ἐκ τοῦ τοιούτου πολὺ ὕδωρ δεδόσθαι: καὶ αὐτῷ παραχρῆμα τοσοῦτον ἐκ τοῦ οὐρανοῦ ἐρρύη ὥστε καὶ τὸ δίψος ἐξακέσασθαι καὶ τοὺς πολεμίους προσκαταπλῆξαι, νομίσαντας τὸ θεῖόν [5] οἱ ἐπικουρεῖν. καὶ οἱ μὲν ἐκ τούτου ἐθελονταί τε ὡμολόγησαν καὶ κατελύσαντο: πραχθέντων δὲ τούτων Κλαύδιος διχῇ τοὺς Μαύρους τοὺς ὑπηκόους ἔνειμεν, ἔς τε τὰ περὶ Τέγγιν καὶ ἐς τὰ περὶ Καισάρειαν, ἀφ᾽ ὧνπερ καὶ ὀνομάζονται, [6] καὶ δύο ἄρχουσιν ἱππεῦσι προσέταξε. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ τῆς Νουμιδίας τινὰ ἐπολεμήθη τε ὑπὸ τῶν προσοίκων βαρβάρων, καὶ ἔπειτα κρατηθέντων αὐτῶν μάχαις κατέστη. ”

1 *souhtw/nios Reim., souhnto/nios M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: