previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. διατρίψας δὲ ἐν τῇ Ῥώμῃ χρόνον τινὰ ἐστράτευσεν ἐπὶ Δακούς, τά τε πραχθέντα αὐτοῖς λογιζόμενος, τοῖς τε χρήμασιν κατ᾽ ἔτος ἐλάμβανον βαρυνόμενος, τάς τε δυνάμεις αὐτῶν [2] αὐξανομένας καὶ τὰ φρονήματα ὁρῶν. πυθόμενος δὲ Δεκέβαλος 1 τὴν ὁρμὴν αὐτοῦ ἐφοβήθη, ἅτε καὶ εὖ εἰδὼς ὅτι πρότερον μὲν οὐ Ῥωμαίους ἀλλὰ Δομιτιανὸν ἐνενικήκει, τότε δὲ ὡς πρός τε Ῥωμαίους καὶ πρὸς Τραϊανὸν αὐτοκράτορα πολεμήσοι. πλεῖστον γὰρ ἐπί τε δικαιότητι καὶ ἐπ᾽ [3] ἀνδρείᾳ τῇ τε ἁπλότητι τῶν ἠθῶν διέπρεπε. 2 τῷ [p. 370] τε γὰρ σώματι ἔρρωτο ῾δεύτερον γὰρ καὶ τεσσαρακοστὸν ἄγων ἔτος ἦρξεν᾽ ὡς ἐξ ἴσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι, καὶ τῇ ψυχῇ ἤκμαζεν ὡς μήθ᾽ ὑπὸ νεότητος θρασύνεσθαι μήθ᾽ [4] ὑπὸ γήρως ἀμβλύνεσθαι. καὶ οὔτ᾽ ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ καὶ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα καὶ ἐμεγάλυνε, καὶ διὰ τοῦτο οὔτε ἐφοβεῖτό τινα αὐτῶν οὔτε ἐμίσει. διαβολαῖς τε ἥκιστα ἐπίστευε, καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν

1 *deke/balos R. Steph., deke/banos *wC.

2 die/prepe cod. Peir., die/preye *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: